Previous Chapter Full Page Full Page Next Chapter

Θρήνοι Ιερεμίου (Lamentations) 3 :: Septuagint (LXX)

Lam 3:1ἐγὼ ἀνὴρ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ᾽ ἐμέ
Lam 3:2παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς
Lam 3:3πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν
Lam 3:4ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν
Lam 3:5ἀνῳκοδόμησεν κατ᾽ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν
Lam 3:6ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος
Lam 3:7ἀνῳκοδόμησεν κατ᾽ ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου
Lam 3:8καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου
Lam 3:9ἀνῳκοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν
Lam 3:10ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις
Lam 3:11κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένην
Lam 3:12ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος
Lam 3:13εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ
Lam 3:14ἐγενήθην γέλως παντὶ λαῷ μου ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν
Lam 3:15ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολῆς
Lam 3:16καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου ἐψώμισέν με σποδόν
Lam 3:17καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ
Lam 3:18καὶ εἶπα ἀπώλετο νεῖκός μου καὶ ἐλπίς μου ἀπὸ κυρίου
Lam 3:19ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου
Lam 3:20μνησθήσεται καὶ καταδολεσχήσει ἐπ᾽ ἐμὲ ψυχή μου
Lam 3:21ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ τοῦτο ὑπομενῶ
Lam 3:25ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν ψυχῇ ζητήσει αὐτὸν ἀγαθὸν
Lam 3:26καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου
Lam 3:27ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ
Lam 3:28καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ᾽ ἑαυτῷ
Lam 3:30δώσει τῷ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμῶν
Lam 3:31ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος
Lam 3:32ὅτι ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ
Lam 3:33ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός
Lam 3:34τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς
Lam 3:35τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου
Lam 3:36καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν
Lam 3:37τίς οὕτως εἶπεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο
Lam 3:38ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν
Lam 3:39τί γογγύσει ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ
Lam 3:40ἐξηρευνήθη ὁδὸς ἡμῶν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου
Lam 3:41ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ
Lam 3:42ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης
Lam 3:43ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς ἀπέκτεινας οὐκ ἐφείσω
Lam 3:44ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς
Lam 3:45καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν
Lam 3:46διήνοιξαν ἐφ᾽ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν
Lam 3:47φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν ἔπαρσις καὶ συντριβή
Lam 3:48ἀφέσεις ὑδάτων κατάξει ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου
Lam 3:49 ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν
Lam 3:50ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ
Lam 3:51 ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως
Lam 3:52θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν
Lam 3:53ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ᾽ ἐμοί
Lam 3:54ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἶπα ἀπῶσμαι
Lam 3:55ἐπεκαλεσάμην τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτου
Lam 3:56φωνήν μου ἤκουσας μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου
Lam 3:57εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι μὴ φοβοῦ
Lam 3:58ἐδίκασας κύριε τὰς δίκας τῆς ψυχῆς μου ἐλυτρώσω τὴν ζωήν μου
Lam 3:59εἶδες κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μου
Lam 3:60εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί
Lam 3:61ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ᾽ ἐμοῦ
Lam 3:62χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ᾽ ἐμοῦ ὅλην τὴν ἡμέραν
Lam 3:63καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν
Lam 3:64ἀποδώσεις αὐτοῖς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν
Lam 3:65ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας μόχθον σου αὐτοῖς
Lam 3:66καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ κύριε
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).