Previous Chapter Full Page Full Page Next Chapter

Ιησούς του Ναυή (Joshua) 3 :: Septuagint (LXX)

Jos 3:1καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωί καὶ ἀπῆραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως τοῦ Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι
Jos 3:2καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς
Jos 3:3καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσθε ὀπίσω αὐτῆς
Jos 3:4ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτῇ ἵν᾽ ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ᾽ ἐχθὲς καὶ τρίτης ἡμέρας
Jos 3:5καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά
Jos 3:6καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ
Jos 3:7καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ ἵνα γνῶσιν καθότι ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ
Jos 3:8καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης λέγων ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ιορδάνου καὶ ἐν τῷ Ιορδάνῃ στήσεσθε
Jos 3:9καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν
Jos 3:10ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ιεβουσαῖον
Jos 3:11ἰδοὺ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην
Jos 3:12προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ισραηλ ἕνα ἀφ᾽ ἑκάστης φυλῆς
Jos 3:13καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ιορδάνου τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται
Jos 3:14καὶ ἀπῆρεν λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ιορδάνην οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πρότεροι τοῦ λαοῦ
Jos 3:15ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ιορδάνου δὲ Ιορδάνης ἐπλήρου καθ᾽ ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν
Jos 3:16καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω
Jos 3:17καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς ἕως συνετέλεσεν πᾶς λαὸς διαβαίνων τὸν Ιορδάνην
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Joshua Chapter 3 — Additional Translations: