Previous Chapter Full Page Full Page Next Chapter

Ιησούς του Ναυή (Joshua) 17 :: Septuagint (LXX)

Jos 17:1καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασση ὅτι οὗτος πρωτότοκος τῷ Ιωσηφ τῷ Μαχιρ πρωτοτόκῳ Μανασση πατρὶ Γαλααδ ἀνὴρ γὰρ πολεμιστὴς ἦν ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι
Jos 17:2καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασση τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν τοῖς υἱοῖς Ιεζερ καὶ τοῖς υἱοῖς Κελεζ καὶ τοῖς υἱοῖς Ιεζιηλ καὶ τοῖς υἱοῖς Συχεμ καὶ τοῖς υἱοῖς Συμαριμ καὶ τοῖς υἱοῖς Οφερ οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν
Jos 17:3καὶ τῷ Σαλπααδ υἱῷ Οφερ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ᾽ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ Μααλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα
Jos 17:4καὶ ἔστησαν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν
Jos 17:5καὶ ἔπεσεν σχοινισμὸς αὐτῶν ἀπὸ Ανασσα καὶ πεδίον Λαβεκ ἐκ τῆς Γαλααδ ἐστιν πέραν τοῦ Ιορδάνου
Jos 17:6ὅτι θυγατέρες υἱῶν Μανασση ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν δὲ γῆ Γαλααδ ἐγενήθη τοῖς υἱοῖς Μανασση τοῖς καταλελειμμένοις
Jos 17:7καὶ ἐγενήθη ὅρια υἱῶν Μανασση Δηλαναθ ἐστιν κατὰ πρόσωπον υἱῶν Αναθ καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ιαμιν καὶ Ιασσιβ ἐπὶ πηγὴν Θαφθωθ
Jos 17:8τῷ Μανασση ἔσται καὶ Θαφεθ ἐπὶ τῶν ὁρίων Μανασση τοῖς υἱοῖς Εφραιμ
Jos 17:9καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανα ἐπὶ λίβα κατὰ φάραγγα Ιαριηλ τερέμινθος τῷ Εφραιμ ἀνὰ μέσον πόλεως Μανασση καὶ ὅρια Μανασση ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν καὶ ἔσται αὐτοῦ διέξοδος θάλασσα
Jos 17:10ἀπὸ λιβὸς τῷ Εφραιμ καὶ ἐπὶ βορρᾶν Μανασση καὶ ἔσται θάλασσα ὅρια αὐτοῖς καὶ ἐπὶ Ασηρ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ Ισσαχαρ ἀπ᾽ ἀνατολῶν
Jos 17:11καὶ ἔσται Μανασση ἐν Ισσαχαρ καὶ ἐν Ασηρ Βαιθσαν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς κώμας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδδω καὶ τὰς κώμας αὐτῆς καὶ τὸ τρίτον τῆς Ναφετα καὶ τὰς κώμας αὐτῆς
Jos 17:12καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασση ἐξολεθρεῦσαι τὰς πόλεις ταύτας καὶ ἤρχετο Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ
Jos 17:13καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν
Jos 17:14ἀντεῖπαν δὲ οἱ υἱοὶ Ιωσηφ τῷ Ἰησοῦ λέγοντες διὰ τί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν ἐγὼ δὲ λαὸς πολύς εἰμι καὶ θεὸς εὐλόγησέν με
Jos 17:15καὶ εἶπεν αὐτοῖς Ἰησοῦς εἰ λαὸς πολὺς εἶ ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Εφραιμ
Jos 17:16καὶ εἶπαν οὐκ ἀρκέσει ἡμῖν τὸ ὄρος τὸ Εφραιμ καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσαν καὶ ἐν ταῖς κώμαις αὐτῆς ἐν τῇ κοιλάδι Ιεζραελ
Jos 17:17καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ιωσηφ εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις οὐκ ἔσται σοι κλῆρος εἷς
Jos 17:18 γὰρ δρυμὸς ἔσται σοι ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριεῖς αὐτὸν καὶ ἔσται σοι καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ σὺ γὰρ ὑπερισχύεις αὐτοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Joshua Chapter 17 — Additional Translations: