Previous Chapter Full Page Full Page Next Chapter

Ιησούς του Ναυή (Joshua) 12 :: Septuagint (LXX)

Jos 12:1καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ᾽ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ᾽ ἀνατολῶν
Jos 12:2Σηων τὸν βασιλέα τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος καὶ τὸ ἥμισυ τῆς Γαλααδ ἕως Ιαβοκ ὅρια υἱῶν Αμμων
Jos 12:3καὶ Αραβα ἕως τῆς θαλάσσης Χενερεθ κατ᾽ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Αραβα θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ασιμωθ ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα
Jos 12:4καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τῶν γιγάντων κατοικῶν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
Jos 12:5ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πᾶσαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ ὁρίων Σηων βασιλέως Εσεβων
Jos 12:6Μωυσῆς παῖς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβην καὶ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση
Jos 12:7καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν
Jos 12:8ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ναγεβ τὸν Χετταῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Ιεβουσαῖον
Jos 12:9τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τῆς Γαι ἐστιν πλησίον Βαιθηλ
Jos 12:10βασιλέα Ιερουσαλημ βασιλέα Χεβρων
Jos 12:11βασιλέα Ιεριμουθ βασιλέα Λαχις
Jos 12:12βασιλέα Αιλαμ βασιλέα Γαζερ
Jos 12:13βασιλέα Δαβιρ βασιλέα Γαδερ
Jos 12:14βασιλέα Ερμαθ βασιλέα Αραθ
Jos 12:15βασιλέα Λεβνα βασιλέα Οδολλαμ
Jos 12:16βασιλέα Μακηδα
Jos 12:17βασιλέα Ταφουγ βασιλέα Οφερ
Jos 12:18βασιλέα Αφεκ τῆς Σαρων
Jos 12:19βασιλέα Ασωρ
Jos 12:20βασιλέα Συμοων βασιλέα Μαρρων βασιλέα Αζιφ
Jos 12:21βασιλέα Καδης βασιλέα Ταναχ
Jos 12:22βασιλέα Μαγεδων βασιλέα Ιεκοναμ τοῦ Χερμελ
Jos 12:23βασιλέα Δωρ τοῦ Ναφεδδωρ βασιλέα Γωιμ τῆς Γαλιλαίας
Jos 12:24βασιλέα Θαρσα πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Joshua Chapter 12 — Additional Translations: