Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 6 :: Septuagint (LXX)

Job 6:1ὑπολαβὼν δὲ Ιωβ λέγει
Job 6:2εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν
Job 6:3καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται ἀλλ᾽ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα
Job 6:4βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν ὧν θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα ὅταν ἄρξωμαι λαλεῖν κεντοῦσί με
Job 6:5τί γάρ μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ᾽ τὰ σῖτα ζητῶν εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα
Job 6:6εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς
Job 6:7οὐ δύναται γὰρ παύσασθαί μου ψυχή βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος
Job 6:8εἰ γὰρ δῴη καὶ ἔλθοι μου αἴτησις καὶ τὴν ἐλπίδα μου δῴη κύριος
Job 6:9ἀρξάμενος κύριος τρωσάτω με εἰς τέλος δὲ μή με ἀνελέτω
Job 6:10εἴη δέ μου πόλις τάφος ἐφ᾽ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾽ αὐτῆς οὐ μὴ φείσωμαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου
Job 6:11τίς γάρ μου ἰσχύς ὅτι ὑπομένω τίς μου χρόνος ὅτι ἀνέχεταί μου ψυχή
Job 6:12μὴ ἰσχὺς λίθων ἰσχύς μου αἱ σάρκες μού εἰσιν χάλκειαι
Job 6:13 οὐκ ἐπ᾽ αὐτῷ ἐπεποίθειν βοήθεια δὲ ἀπ᾽ ἐμοῦ ἄπεστιν
Job 6:14ἀπείπατό με ἔλεος ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με
Job 6:15οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου ὥσπερ χειμάρρους ἐκλείπων ὥσπερ κῦμα παρῆλθόν με
Job 6:16οἵτινές με διευλαβοῦντο νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν κρύσταλλος πεπηγώς
Job 6:17καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν
Job 6:18οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην
Job 6:19ἴδετε ὁδοὺς Θαιμανων ἀτραποὺς Σαβων οἱ διορῶντες
Job 6:20καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες
Job 6:21ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε
Job 6:22τί γάρ μή τι ὑμᾶς ᾔτησα τῆς παρ᾽ ὑμῶν ἰσχύος ἐπιδέομαι
Job 6:23ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με
Job 6:24διδάξατέ με ἐγὼ δὲ κωφεύσω εἴ τι πεπλάνημαι φράσατέ μοι
Job 6:25ἀλλ᾽ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα οὐ γὰρ παρ᾽ ὑμῶν ἰσχὺν αἰτοῦμαι
Job 6:26οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι
Job 6:27πλὴν ὅτι ἐπ᾽ ὀρφανῷ ἐπιπίπτετε ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν
Job 6:28νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι
Job 6:29καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε
Job 6:30οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 6 — Additional Translations: