Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 41 :: Septuagint (LXX)

Job 41:1(LXX 40:25) ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ
Job 41:2(LXX 40:26) εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ
Job 41:3(LXX 40:27) λαλήσει δέ σοι δεήσει ἱκετηρίᾳ μαλακῶς
Job 41:4(LXX 40:28) θήσεται δὲ διαθήκην μετὰ σοῦ λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον
Job 41:5(LXX 40:29) παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ
Job 41:6(LXX 40:30) ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη μεριτεύονται δὲ αὐτὸν φοινίκων γένη
Job 41:7(LXX 40:31) πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ
Job 41:8(LXX 40:32) ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ καὶ μηκέτι γινέσθω
Job 41:9(LXX 41:1) οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας
Job 41:10(LXX 41:2) οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι τίς γάρ ἐστιν ἐμοὶ ἀντιστάς
Job 41:11(LXX 41:3) τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ εἰ πᾶσα ὑπ᾽ οὐρανὸν ἐμή ἐστιν
Job 41:12(LXX 41:4) οὐ σιωπήσομαι δι᾽ αὐτόν καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ
Job 41:13(LXX 41:5) τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι
Job 41:14(LXX 41:6) πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει κύκλῳ ὀδόντων αὐτοῦ φόβος
Job 41:15(LXX 41:7) τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος
Job 41:16(LXX 41:8) εἷς τοῦ ἑνὸς κολλῶνται πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν
Job 41:17(LXX 41:9) ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν
Job 41:18(LXX 41:10) ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου
Job 41:19(LXX 41:11) ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός
Job 41:20(LXX 41:12) ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων
Job 41:21(LXX 41:13) ψυχὴ αὐτοῦ ἄνθρακες φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται
Job 41:22(LXX 41:14) ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια
Job 41:23(LXX 41:15) σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται καταχέει ἐπ᾽ αὐτόν οὐ σαλευθήσεται
Job 41:24(LXX 41:16) καρδία αὐτοῦ πέπηγεν ὡς λίθος ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος
Job 41:25(LXX 41:17) στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις
Job 41:26(LXX 41:18) ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι οὐδὲν μὴ ποιήσωσιν δόρυ ἐπηρμένον καὶ θώρακα
Job 41:27(LXX 41:19) ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν
Job 41:28(LXX 41:20) οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον ἥγηται μὲν πετροβόλον χόρτον
Job 41:29(LXX 41:21) ὡς καλάμη ἐλογίσθησαν σφῦραι καταγελᾷ δὲ σεισμοῦ πυρφόρου
Job 41:30(LXX 41:22) στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ᾽ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος
Job 41:31(LXX 41:23) ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον
Job 41:32(LXX 41:24) τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον ἐλογίσατο ἄβυσσον εἰς περίπατον
Job 41:33(LXX 41:25) οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου
Job 41:34(LXX 41:26) πᾶν ὑψηλὸν ὁρᾷ αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 41 — Additional Translations: