Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 39 :: Septuagint (LXX)

Job 39:1εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων
Job 39:2ἠρίθμησας δὲ αὐτῶν μῆνας πλήρεις τοκετοῦ ὠδῖνας δὲ αὐτῶν ἔλυσας
Job 39:3ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου ὠδῖνας αὐτῶν ἐξαποστελεῖς
Job 39:4ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν πληθυνθήσονται ἐν γενήματι ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς
Job 39:5τίς δέ ἐστιν ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν
Job 39:6ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα
Job 39:7καταγελῶν πολυοχλίας πόλεως μέμψιν δὲ φορολόγου οὐκ ἀκούων
Job 39:8κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ
Job 39:9βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι κοιμηθῆναι ἐπὶ φάτνης σου
Job 39:10δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ
Job 39:11πέποιθας δὲ ἐπ᾽ αὐτῷ ὅτι πολλὴ ἰσχὺς αὐτοῦ ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου
Job 39:12πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον εἰσοίσει δέ σου τὸν ἅλωνα
Job 39:13πτέρυξ τερπομένων νεελασα ἐὰν συλλάβῃ ασιδα καὶ νεσσα
Job 39:14ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει
Job 39:15καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει
Job 39:16ἀπεσκλήρυνεν τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτῇ εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου
Job 39:17ὅτι κατεσιώπησεν αὐτῇ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει
Job 39:18κατὰ καιρὸν ἐν ὕψει ὑψώσει καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ
Job 39:19 σὺ περιέθηκας ἵππῳ δύναμιν ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον
Job 39:20περιέθηκας δὲ αὐτῷ πανοπλίαν δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ
Job 39:21ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι
Job 39:22συναντῶν βέλει καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου
Job 39:23ἐπ᾽ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα
Job 39:24καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ
Job 39:25σάλπιγγος δὲ σημαινούσης λέγει εὖγε πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ
Job 39:26ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον
Job 39:27ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται
Job 39:28ἐπ᾽ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ
Job 39:29ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν
Job 39:30νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι οὗ δ᾽ ἂν ὦσι τεθνεῶτες παραχρῆμα εὑρίσκονται
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 39 — Additional Translations: