Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 38 :: Septuagint (LXX)

Job 38:1μετὰ δὲ τὸ παύσασθαι Ελιουν τῆς λέξεως εἶπεν κύριος τῷ Ιωβ διὰ λαίλαπος καὶ νεφῶν
Job 38:2τίς οὗτος κρύπτων με βουλήν συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ δὲ οἴεται κρύπτειν
Job 38:3ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι
Job 38:4ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν
Job 38:5τίς ἔθετο τὰ μέτρα αὐτῆς εἰ οἶδας τίς ἐπαγαγὼν σπαρτίον ἐπ᾽ αὐτῆς
Job 38:6ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν τίς δέ ἐστιν βαλὼν λίθον γωνιαῖον ἐπ᾽ αὐτῆς
Job 38:7ὅτε ἐγενήθησαν ἄστρα ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου
Job 38:8ἔφραξα δὲ θάλασσαν πύλαις ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη
Job 38:9ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα
Job 38:10ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας
Job 38:11εἶπα δὲ αὐτῇ μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ ἀλλ᾽ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα
Job 38:12 ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν
Job 38:13ἐπιλαβέσθαι πτερύγων γῆς ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς
Job 38:14 σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς
Job 38:15ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς βραχίονα δὲ ὑπερηφάνων συνέτριψας
Job 38:16ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας
Job 38:17ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν
Job 38:18νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ᾽ οὐρανόν ἀνάγγειλον δή μοι πόση τίς ἐστιν
Job 38:19ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς σκότους δὲ ποῖος τόπος
Job 38:20εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν
Job 38:21οἶδα ἄρα ὅτι τότε γεγέννησαι ἀριθμὸς δὲ ἐτῶν σου πολύς
Job 38:22ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος θησαυροὺς δὲ χαλάζης ἑόρακας
Job 38:23ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν εἰς ἡμέραν πολέμου καὶ μάχης
Job 38:24πόθεν δὲ ἐκπορεύεται πάχνη διασκεδάννυται νότος εἰς τὴν ὑπ᾽ οὐρανόν
Job 38:25τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν ὁδὸν δὲ κυδοιμῶν
Job 38:26τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ
Job 38:27τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης
Job 38:28τίς ἐστιν ὑετοῦ πατήρ τίς δέ ἐστιν τετοκὼς βώλους δρόσου
Job 38:29ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται κρύσταλλος πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν
Job 38:30 καταβαίνει ὥσπερ ὕδωρ ῥέον πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν
Job 38:31συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας
Job 38:32 διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά
Job 38:33ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ τὰ ὑπ᾽ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα
Job 38:34καλέσεις δὲ νέφος φωνῇ καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου
Job 38:35ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται ἐροῦσιν δέ σοι τί ἐστιν
Job 38:36τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ποικιλτικὴν ἐπιστήμην
Job 38:37τίς δὲ ἀριθμῶν νέφη σοφίᾳ οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν
Job 38:38κέχυται δὲ ὥσπερ γῆ κονία κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον
Job 38:39θηρεύσεις δὲ λέουσιν βοράν ψυχὰς δὲ δρακόντων ἐμπλήσεις
Job 38:40δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες
Job 38:41τίς δὲ ἡτοίμασεν κόρακι βοράν νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 38 — Additional Translations: