Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 35 :: Septuagint (LXX)

Job 35:1ὑπολαβὼν δὲ Ελιους λέγει
Job 35:2τί τοῦτο ἡγήσω ἐν κρίσει σὺ τίς εἶ ὅτι εἶπας δίκαιός εἰμι ἔναντι κυρίου
Job 35:3 ἐρεῖς τί ποιήσω ἁμαρτών
Job 35:4ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου
Job 35:5ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ
Job 35:6εἰ ἥμαρτες τί πράξεις εἰ δὲ καὶ πολλὰ ἠνόμησας τί δύνασαι ποιῆσαι
Job 35:7ἐπεὶ δὲ οὖν δίκαιος εἶ τί δώσεις αὐτῷ τί ἐκ χειρός σου λήμψεται
Job 35:8ἀνδρὶ τῷ ὁμοίῳ σου ἀσέβειά σου καὶ υἱῷ ἀνθρώπου δικαιοσύνη σου
Job 35:9ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται βοήσονται ἀπὸ βραχίονος πολλῶν
Job 35:10καὶ οὐκ εἶπεν ποῦ ἐστιν θεὸς ποιήσας με κατατάσσων φυλακὰς νυκτερινάς
Job 35:11 διορίζων με ἀπὸ τετραπόδων γῆς ἀπὸ δὲ πετεινῶν οὐρανοῦ
Job 35:12ἐκεῖ κεκράξονται καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν
Job 35:13ἄτοπα γὰρ οὐ βούλεται κύριος ἰδεῖν αὐτὸς γὰρ παντοκράτωρ ὁρατής ἐστιν
Job 35:14τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με κρίθητι δὲ ἐναντίον αὐτοῦ εἰ δύνασαι αἰνέσαι αὐτόν ὡς ἔστιν
Job 35:15καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα
Job 35:16καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 35 — Additional Translations: