Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 33 :: Septuagint (LXX)

Job 33:1οὐ μὴν δὲ ἀλλὰ ἄκουσον Ιωβ τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου
Job 33:2ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησεν γλῶσσά μου
Job 33:3καθαρά μου καρδία ῥήμασιν σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει
Job 33:4πνεῦμα θεῖον τὸ ποιῆσάν με πνοὴ δὲ παντοκράτορος διδάσκουσά με
Job 33:5ἐὰν δύνῃ δός μοι ἀπόκρισιν πρὸς ταῦτα ὑπόμεινον στῆθι κατ᾽ ἐμὲ καὶ ἐγὼ κατὰ σέ
Job 33:6ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα
Job 33:7οὐχ φόβος μού σε στροβήσει οὐδὲ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί
Job 33:8πλὴν εἶπας ἐν ὠσίν μου φωνὴν ῥημάτων σου ἀκήκοα
Job 33:9διότι λέγεις καθαρός εἰμι οὐχ ἁμαρτών ἄμεμπτος δέ εἰμι οὐ γὰρ ἠνόμησα
Job 33:10μέμψιν δὲ κατ᾽ ἐμοῦ εὗρεν ἥγηται δέ με ὥσπερ ὑπεναντίον
Job 33:11ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς
Job 33:12πῶς γὰρ λέγεις δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέν μου αἰώνιος γάρ ἐστιν ἐπάνω βροτῶν
Job 33:13λέγεις δέ διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν πᾶν ῥῆμα
Job 33:14ἐν γὰρ τῷ ἅπαξ λαλήσαι κύριος ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον
Job 33:15 ἐν μελέτῃ νυκτερινῇ ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ᾽ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης
Job 33:16τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν
Job 33:17ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο
Job 33:18ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ
Job 33:19πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν
Job 33:20πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει
Job 33:21ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά
Job 33:22ἤγγισεν δὲ εἰς θάνατον ψυχὴ αὐτοῦ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ
Job 33:23ἐὰν ὦσιν χίλιοι ἄγγελοι θανατηφόροι εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ κύριον ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ
Job 33:24ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ
Job 33:25ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις
Job 33:26εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται εἰσελεύσεται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην
Job 33:27εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον
Job 33:28σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν καὶ ζωή μου φῶς ὄψεται
Job 33:29ἰδοὺ πάντα ταῦτα ἐργᾶται ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός
Job 33:30ἀλλ᾽ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου ἵνα ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν
Job 33:31ἐνωτίζου Ιωβ καὶ ἄκουέ μου κώφευσον καὶ ἐγώ εἰμι λαλήσω
Job 33:32εἰ εἰσὶν λόγοι ἀποκρίθητί μοι λάλησον θέλω γὰρ δικαιωθῆναί σε
Job 33:33εἰ μή σὺ ἄκουσόν μου κώφευσον καὶ διδάξω σε σοφίαν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).