Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 30 :: Septuagint (LXX)

Job 30:1νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει ὧν ἐξουδένουν πατέρας αὐτῶν οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων
Job 30:2καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι ἐπ᾽ αὐτοὺς ἀπώλετο συντέλεια
Job 30:3ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν
Job 30:4οἱ περικλῶντες ἅλιμα ἐπὶ ἠχοῦντι οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα ἄτιμοι δὲ καὶ πεφαυλισμένοι ἐνδεεῖς παντὸς ἀγαθοῦ οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου
Job 30:5ἐπανέστησάν μοι κλέπται
Job 30:6ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν
Job 30:7ἀνὰ μέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο
Job 30:8ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς
Job 30:9νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν καὶ ἐμὲ θρύλημα ἔχουσιν
Job 30:10ἐβδελύξαντο δέ με ἀποστάντες μακράν ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον
Job 30:11ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν
Job 30:12ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ᾽ ἐμὲ τρίβους ἀπωλείας αὐτῶν
Job 30:13ἐξετρίβησαν τρίβοι μου ἐξέδυσεν γάρ μου τὴν στολήν
Job 30:14βέλεσιν αὐτοῦ κατηκόντισέν με κέχρηταί μοι ὡς βούλεται ἐν ὀδύναις πέφυρμαι
Job 30:15ἐπιστρέφονται δέ μου αἱ ὀδύναι ᾤχετό μου ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος σωτηρία μου
Job 30:16καὶ νῦν ἐπ᾽ ἐμὲ ἐκχυθήσεται ψυχή μου ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν
Job 30:17νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέκαυται τὰ δὲ νεῦρά μου διαλέλυται
Job 30:18ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με
Job 30:19ἥγησαι δέ με ἴσα πηλῷ ἐν γῇ καὶ σποδῷ μου μερίς
Job 30:20κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου ἔστησαν καὶ κατενόησάν με
Job 30:21ἐπέβης δέ μοι ἀνελεημόνως χειρὶ κραταιᾷ με ἐμαστίγωσας
Job 30:22ἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας
Job 30:23οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει οἰκία γὰρ παντὶ θνητῷ γῆ
Job 30:24εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο
Job 30:25ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις
Job 30:26ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν
Job 30:27 κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται προέφθασάν με ἡμέραι πτωχείας
Job 30:28στένων πεπόρευμαι ἄνευ φιμοῦ ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς
Job 30:29ἀδελφὸς γέγονα σειρήνων ἑταῖρος δὲ στρουθῶν
Job 30:30τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος
Job 30:31ἀπέβη δὲ εἰς πάθος μου κιθάρα δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 30 — Additional Translations: