Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 3 :: Septuagint (LXX)

Job 3:1μετὰ τοῦτο ἤνοιξεν Ιωβ τὸ στόμα αὐτοῦ
Job 3:2καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων
Job 3:3ἀπόλοιτο ἡμέρα ἐν ἐγεννήθην καὶ νύξ ἐν εἶπαν ἰδοὺ ἄρσεν
Job 3:4 ἡμέρα ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος
Job 3:5ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου ἐπέλθοι ἐπ᾽ αὐτὴν γνόφος
Job 3:6καταραθείη ἡμέρα καὶ νὺξ ἐκείνη ἀπενέγκαιτο αὐτὴν σκότος μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν
Job 3:7ἀλλὰ νὺξ ἐκείνη εἴη ὀδύνη καὶ μὴ ἔλθοι ἐπ᾽ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή
Job 3:8ἀλλὰ καταράσαιτο αὐτὴν καταρώμενος τὴν ἡμέραν ἐκείνην μέλλων τὸ μέγα κῆτος χειρώσασθαι
Job 3:9σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα
Job 3:10ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου
Job 3:11διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην
Job 3:12ἵνα τί δὲ συνήντησάν μοι γόνατα ἵνα τί δὲ μαστοὺς ἐθήλασα
Job 3:13νῦν ἂν κοιμηθεὶς ἡσύχασα ὑπνώσας δὲ ἀνεπαυσάμην
Job 3:14μετὰ βασιλέων βουλευτῶν γῆς οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν
Job 3:15 μετὰ ἀρχόντων ὧν πολὺς χρυσός οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου
Job 3:16 ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ὥσπερ νήπιοι οἳ οὐκ εἶδον φῶς
Job 3:17ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι
Job 3:18ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου
Job 3:19μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ
Job 3:20ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς
Job 3:21οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς
Job 3:22περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσιν
Job 3:23θάνατος ἀνδρὶ ἀνάπαυμα συνέκλεισεν γὰρ θεὸς κατ᾽ αὐτοῦ
Job 3:24πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ
Job 3:25φόβος γάρ ὃν ἐφρόντισα ἦλθέν μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι
Job 3:26οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην ἦλθεν δέ μοι ὀργή
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Translations available: King James Version, New King James Version, New Living Translation, New International Version, English Standard Version, Christian Standard Bible, New American Standard Bible 2020, New American Standard Bible 1995, Legacy Standard Bible 2021, New English Translation, Revised Standard Version, American Standard Version, Young's Literal Translation, Darby Translation, Webster's Bible, Hebrew Names Version, Reina-Valera 1960, Latin Vulgate, Westminster Leningrad Codex, Septuagint, Morphological Greek New Testament, and Textus Receptus.