Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 26 :: Septuagint (LXX)

Job 26:1ὑπολαβὼν δὲ Ιωβ λέγει
Job 26:2τίνι πρόσκεισαι τίνι μέλλεις βοηθεῖν πότερον οὐχ πολλὴ ἰσχὺς καὶ βραχίων κραταιός ἐστιν
Job 26:3τίνι συμβεβούλευσαι οὐχ πᾶσα σοφία τίνι ἐπακολουθήσεις οὐχ μεγίστη δύναμις
Job 26:4τίνι ἀνήγγειλας ῥήματα πνοὴ δὲ τίνος ἐστὶν ἐξελθοῦσα ἐκ σοῦ
Job 26:5μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ
Job 26:6γυμνὸς ᾅδης ἐπώπιον αὐτοῦ καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ
Job 26:7ἐκτείνων βορέαν ἐπ᾽ οὐδέν κρεμάζων γῆν ἐπὶ οὐδενός
Job 26:8δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ
Job 26:9 κρατῶν πρόσωπον θρόνου ἐκπετάζων ἐπ᾽ αὐτὸν νέφος αὐτοῦ
Job 26:10πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους
Job 26:11στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ
Job 26:12ἰσχύι κατέπαυσεν τὴν θάλασσαν ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος
Job 26:13κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην
Job 26:14ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 26 — Additional Translations: