Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 23 :: Septuagint (LXX)

Job 23:1ὑπολαβὼν δὲ Ιωβ λέγει
Job 23:2καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἔλεγξίς ἐστιν καὶ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾽ ἐμῷ στεναγμῷ
Job 23:3τίς δ᾽ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος
Job 23:4εἴποιμι δὲ ἐμαυτοῦ κρίμα τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων
Job 23:5γνῴην δὲ ῥήματα μοι ἐρεῖ αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ
Job 23:6καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται
Job 23:7ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾽ αὐτοῦ ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου
Job 23:8εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί τὰ δὲ ἐπ᾽ ἐσχάτοις τί οἶδα
Job 23:9ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον περιβαλεῖ δεξιά καὶ οὐκ ὄψομαι
Job 23:10οἶδεν γὰρ ἤδη ὁδόν μου διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον
Job 23:11ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω
Job 23:12ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ
Job 23:13εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως τίς ἐστιν ἀντειπὼν αὐτῷ γὰρ αὐτὸς ἠθέλησεν καὶ ἐποίησεν
Job 23:15διὰ τοῦτο ἐπ᾽ αὐτῷ ἐσπούδακα νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ
Job 23:16κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου δὲ παντοκράτωρ ἐσπούδασέν με
Job 23:17οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 23 — Additional Translations: