Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 19 :: Septuagint (LXX)

Job 19:1ὑπολαβὼν δὲ Ιωβ λέγει
Job 19:2ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις
Job 19:3γνῶτε μόνον ὅτι κύριος ἐποίησέ με οὕτως καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι
Job 19:4ναὶ δὴ ἐπ᾽ ἀληθείας ἐγὼ ἐπλανήθην παρ᾽ ἐμοὶ δὲ αὐλίζεται πλάνος (LXX 19:4a) λαλῆσαι ῥῆμα οὐκ ἔδει τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ
Job 19:5ἔα δὲ ὅτι ἐπ᾽ ἐμοὶ μεγαλύνεσθε ἐνάλλεσθε δέ μοι ὀνείδει
Job 19:6γνῶτε οὖν ὅτι κύριός ἐστιν ταράξας ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾽ ἐμὲ ὕψωσεν
Job 19:7ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω κεκράξομαι καὶ οὐδαμοῦ κρίμα
Job 19:8κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ ἐπὶ πρόσωπόν μου σκότος ἔθετο
Job 19:9τὴν δὲ δόξαν ἀπ᾽ ἐμοῦ ἐξέδυσεν ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου
Job 19:10διέσπασέν με κύκλῳ καὶ ᾠχόμην ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου
Job 19:11δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο ἡγήσατο δέ με ὥσπερ ἐχθρόν
Job 19:12ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ᾽ ἐμοὶ ταῖς ὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι
Job 19:13ἀπ᾽ ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν ἔγνωσαν ἀλλοτρίους ἐμέ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν
Job 19:14οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου
Job 19:15γείτονες οἰκίας θεράπαιναί τέ μου ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν
Job 19:16θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσεν στόμα δέ μου ἐδέετο
Job 19:17καὶ ἱκέτευον τὴν γυναῖκά μου προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου
Job 19:18οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ὅταν ἀναστῶ κατ᾽ ἐμοῦ λαλοῦσιν
Job 19:19ἐβδελύξαντο δέ με οἱ εἰδότες με οὓς δὴ ἠγαπήκειν ἐπανέστησάν μοι
Job 19:20ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται
Job 19:21ἐλεήσατέ με ἐλεήσατέ με φίλοι χεὶρ γὰρ κυρίου ἁψαμένη μού ἐστιν
Job 19:22διὰ τί δέ με διώκετε ὥσπερ καὶ κύριος ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε
Job 19:23τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα
Job 19:24ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἐν πέτραις ἐγγλυφῆναι
Job 19:25οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ἐκλύειν με μέλλων ἐπὶ γῆς
Job 19:26ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη
Job 19:27 ἐγὼ ἐμαυτῷ συνεπίσταμαι ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ
Job 19:28εἰ δὲ καὶ ἐρεῖτε τί ἐροῦμεν ἔναντι αὐτοῦ καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ
Job 19:29εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος θυμὸς γὰρ ἐπ᾽ ἀνόμους ἐπελεύσεται καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ὕλη
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 19 — Additional Translations: