Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 18 :: Septuagint (LXX)

Job 18:1ὑπολαβὼν δὲ Βαλδαδ Σαυχίτης λέγει
Job 18:2μέχρι τίνος οὐ παύσῃ ἐπίσχες ἵνα καὶ αὐτοὶ λαλήσωμεν
Job 18:3διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου
Job 18:4κέχρηταί σοι ὀργή τί γάρ ἐὰν σὺ ἀποθάνῃς ἀοίκητος ὑπ᾽ οὐρανόν καταστραφήσεται ὄρη ἐκ θεμελίων
Job 18:5καὶ φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν φλόξ
Job 18:6τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ δὲ λύχνος ἐπ᾽ αὐτῷ σβεσθήσεται
Job 18:7θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ σφάλαι δὲ αὐτοῦ βουλή
Job 18:8ἐμβέβληται δὲ ποὺς αὐτοῦ ἐν παγίδι ἐν δικτύῳ ἑλιχθείη
Job 18:9ἔλθοισαν δὲ ἐπ᾽ αὐτὸν παγίδες κατισχύσει ἐπ᾽ αὐτὸν διψῶντας
Job 18:10κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων
Job 18:11κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ
Job 18:12πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον
Job 18:13βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος
Job 18:14ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ
Job 18:15κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ
Job 18:16ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ
Job 18:17τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω
Job 18:18ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος
Job 18:19οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ᾽ οὐρανὸν οἶκος αὐτοῦ ἀλλ᾽ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι
Job 18:20ἐπ᾽ αὐτῷ ἐστέναξαν ἔσχατοι πρώτους δὲ ἔσχεν θαῦμα
Job 18:21οὗτοί εἰσιν οἶκοι ἀδίκων οὗτος δὲ τόπος τῶν μὴ εἰδότων τὸν κύριον
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 18 — Additional Translations: