Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 16 :: Septuagint (LXX)

Job 16:1ὑπολαβὼν δὲ Ιωβ λέγει
Job 16:2ἀκήκοα τοιαῦτα πολλά παρακλήτορες κακῶν πάντες
Job 16:3τί γάρ μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ
Job 16:4κἀγὼ καθ᾽ ὑμᾶς λαλήσω εἰ ὑπέκειτό γε ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς εἶτ᾽ ἐναλοῦμαι ὑμῖν ῥήμασιν κινήσω δὲ καθ᾽ ὑμῶν κεφαλήν
Job 16:5εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου κίνησιν δὲ χειλέων οὐ φείσομαι
Job 16:6ἐὰν γὰρ λαλήσω οὐκ ἀλγήσω τὸ τραῦμα ἐὰν δὲ καὶ σιωπήσω τί ἔλαττον τρωθήσομαι
Job 16:7νῦν δὲ κατάκοπόν με πεποίηκεν μωρόν σεσηπότα
Job 16:8καὶ ἐπελάβου μου εἰς μαρτύριον ἐγενήθη καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου κατὰ πρόσωπόν μου ἀνταπεκρίθη
Job 16:9ὀργῇ χρησάμενος κατέβαλέν με ἔβρυξεν ἐπ᾽ ἐμὲ τοὺς ὀδόντας βέλη πειρατῶν αὐτοῦ ἐπ᾽ ἐμοὶ ἔπεσεν
Job 16:10ἀκίσιν ὀφθαλμῶν ἐνήλατο ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾽ ἐμοί
Job 16:11παρέδωκεν γάρ με κύριος εἰς χεῖρας ἀδίκου ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με
Job 16:12εἰρηνεύοντα διεσκέδασέν με λαβών με τῆς κόμης διέτιλεν κατέστησέν με ὥσπερ σκοπόν
Job 16:13ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου
Job 16:14κατέβαλόν με πτῶμα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι
Job 16:15σάκκον ἔρραψα ἐπὶ βύρσης μου τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη
Job 16:16 γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ ἐπὶ δὲ βλεφάροις μου σκιά
Job 16:17ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου εὐχὴ δέ μου καθαρά
Job 16:18γῆ μὴ ἐπικαλύψῃς ἐφ᾽ αἵματι τῆς σαρκός μου μηδὲ εἴη τόπος τῇ κραυγῇ μου
Job 16:19καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς μάρτυς μου δὲ συνίστωρ μου ἐν ὑψίστοις
Job 16:20ἀφίκοιτό μου δέησις πρὸς κύριον ἔναντι δὲ αὐτοῦ στάζοι μου ὀφθαλμός
Job 16:21εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ
Job 16:22ἔτη δὲ ἀριθμητὰ ἥκασιν ὁδῷ δέ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 16 — Additional Translations: