Previous Chapter Full Page Full Page Next Chapter

Ιώβ (Job) 13 :: Septuagint (LXX)

Job 13:1ἰδοὺ ταῦτα ἑώρακέν μου ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς
Job 13:2καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν
Job 13:3οὐ μὴν δὲ ἀλλ᾽ ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται
Job 13:4ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες
Job 13:5εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν
Job 13:6ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε
Job 13:7πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον
Job 13:8 ὑποστελεῖσθε ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε
Job 13:9καλόν γε ἐὰν ἐξιχνιάσῃ ὑμᾶς εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ
Job 13:10οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε
Job 13:11πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς φόβος δὲ παρ᾽ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν
Job 13:12ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ τὸ δὲ σῶμα πήλινον
Job 13:13κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
Job 13:14ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν ψυχὴν δέ μου θήσω ἐν χειρί
Job 13:15ἐάν με χειρώσηται δυνάστης ἐπεὶ καὶ ἦρκται μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ
Job 13:16καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται
Job 13:17ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων
Job 13:18ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι
Job 13:19τίς γάρ ἐστιν κριθησόμενός μοι ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω
Job 13:20δυεῖν δέ μοι χρήσῃ τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι
Job 13:21τὴν χεῖρα ἀπ᾽ ἐμοῦ ἀπέχου καὶ φόβος σου μή με καταπλησσέτω
Job 13:22εἶτα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν
Job 13:23πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν
Job 13:24διὰ τί ἀπ᾽ ἐμοῦ κρύπτῃ ἥγησαι δέ με ὑπεναντίον σοι
Job 13:25 ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι
Job 13:26ὅτι κατέγραψας κατ᾽ ἐμοῦ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας
Job 13:27ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου
Job 13:28 παλαιοῦται ἴσα ἀσκῷ ὥσπερ ἱμάτιον σητόβρωτον
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Job Chapter 13 — Additional Translations: