Previous Chapter Full Page Full Page Next Chapter

Κριτές (Judges) 5 :: Septuagint (LXX)

Jdg 5:1καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν
Jdg 5:2ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν κύριον
Jdg 5:3ἀκούσατε βασιλεῖς ἐνωτίζεσθε σατράπαι δυνατοί ἐγὼ τῷ κυρίῳ ᾄσομαι ψαλῶ τῷ θεῷ Ισραηλ
Jdg 5:4κύριε ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη καὶ οὐρανὸς ἐξεστάθη καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ
Jdg 5:5ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ
Jdg 5:6ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῖς καὶ ἐπορεύθησαν τρίβους ἐπορεύθησαν ὁδοὺς διεστραμμένας
Jdg 5:7ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ ἐξέλιπεν ἕως οὗ ἐξανέστη Δεββωρα ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ
Jdg 5:8ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν
Jdg 5:9 καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ οἱ δυνάσται τοῦ λαοῦ εὐλογεῖτε τὸν κύριον
Jdg 5:10ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων καθήμενοι ἐπὶ λαμπηνῶν
Jdg 5:11φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων ἐκεῖ δώσουσιν δικαιοσύνην κυρίῳ δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ λαὸς κυρίου
Jdg 5:12ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξέγειρον μυριάδας μετὰ λαοῦ ἐξεγείρου ἐξεγείρου λάλει μετ᾽ ᾠδῆς ἐνισχύων ἐξανίστασο Βαρακ καὶ ἐνίσχυσον Δεββωρα τὸν Βαρακ αἰχμαλώτιζε αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ
Jdg 5:13πότε ἐμεγαλύνθη ἰσχὺς αὐτοῦ κύριε ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου
Jdg 5:14λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῖς σου ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως
Jdg 5:15ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα ἵνα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων ἐξέτεινεν ἐν τοῖς ποσὶν αὐτοῦ ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας
Jdg 5:16ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων τοῦ διελθεῖν εἰς τὰ τοῦ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας
Jdg 5:17Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν καὶ Δαν ἵνα τί παροικεῖ πλοίοις Ασηρ παρῴκησεν παρ᾽ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν
Jdg 5:18Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ
Jdg 5:19ἦλθον βασιλεῖς καὶ παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον
Jdg 5:20ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα
Jdg 5:21χειμάρρους Κισων ἐξέβαλεν αὐτούς χειμάρρους καδημιμ χειμάρρους Κισων καταπατήσει αὐτοὺς ψυχή μου δυνατή
Jdg 5:22τότε ἀπεκόπησαν πτέρναι ἵππου αμαδαρωθ δυνατῶν αὐτοῦ
Jdg 5:23καταράσασθε Μαρωζ εἶπεν ἄγγελος κυρίου καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῖς δυνατός
Jdg 5:24εὐλογηθείη ἐκ γυναικῶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη
Jdg 5:25ὕδωρ ᾔτησεν αὐτήν καὶ γάλα ἔδωκεν αὐτῷ ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον
Jdg 5:26τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ
Jdg 5:27ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς ἐν ἔκαμψεν ἐκεῖ ἔπεσεν ταλαίπωρος
Jdg 5:28διὰ τῆς θυρίδος διέκυπτεν μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ
Jdg 5:29σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς
Jdg 5:30οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ σκῦλα βαμμάτων Σισαρα σκῦλα βαμμάτων ποικιλίας βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον
Jdg 5:31οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ καὶ ἡσύχασεν γῆ τεσσαράκοντα ἔτη
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Judges Chapter 5 — Additional Translations: