Previous Chapter Full Page Full Page Next Chapter

Κριτές (Judges) 15 :: Septuagint (LXX)

Jdg 15:1καὶ ἐγένετο μεθ᾽ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναῖκα αὐτοῦ φέρων ἔριφον αἰγῶν καὶ εἶπεν εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸν κοιτῶνα καὶ οὐκ ἀφῆκεν αὐτὸν πατὴρ αὐτῆς εἰσελθεῖν πρὸς αὐτήν
Jdg 15:2καὶ εἶπεν πατὴρ αὐτῆς εἴπας εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν τῷ συνεταίρῳ σου οὐκ ἰδοὺ ἀδελφὴ αὐτῆς νεωτέρα κρείσσων αὐτῆς ἐστιν ἔστω δή σοι ἀντὶ αὐτῆς
Jdg 15:3καὶ εἶπεν αὐτῷ Σαμψων ἀθῷός εἰμι τὸ ἅπαξ ἀπὸ τῶν ἀλλοφύλων ὅτι ἐγὼ ποιῶ μεθ᾽ ὑμῶν κακά
Jdg 15:4καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ συνέδησεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ
Jdg 15:5καὶ ἐξῆψεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν εἰς τὰ δράγματα τῶν ἀλλοφύλων καὶ ἐνεπύρισεν τοὺς στάχυας καὶ τὰ προτεθερισμένα ἀπὸ στοιβῆς καὶ ἕως ἑστῶτος καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας
Jdg 15:6καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα καὶ εἶπαν Σαμψων γαμβρὸς τοῦ Θαμναθαίου ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ συνεταίρῳ αὐτοῦ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς καὶ αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί
Jdg 15:7καὶ εἶπεν αὐτοῖς Σαμψων ἐὰν ποιήσητε οὕτως οὐκ εὐδοκήσω ἀλλὰ τὴν ἐκδίκησίν μου ἐξ ἑνὸς καὶ ἑκάστου ὑμῶν ποιήσομαι
Jdg 15:8καὶ ἐπάταξεν αὐτοὺς ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ κατῴκει παρὰ τῷ χειμάρρῳ ἐν τῷ σπηλαίῳ Ηταμ
Jdg 15:9καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενεβάλοσαν ἐπὶ τὸν Ιουδαν καὶ ἐξερρίφησαν ἐν Λεχι
Jdg 15:10καὶ εἶπαν αὐτοῖς πᾶς ἀνὴρ Ιουδα ἵνα τί ἀνέβητε ἐφ᾽ ἡμᾶς καὶ εἶπαν οἱ ἀλλόφυλοι δῆσαι τὸν Σαμψων καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν
Jdg 15:11καὶ κατέβησαν τρεῖς χιλιάδες ἀνδρῶν ἐξ Ιουδα ἐπὶ τὴν ὀπὴν τῆς πέτρας Ηταμ καὶ εἶπαν πρὸς Σαμψων οὐκ οἶδας ὅτι ἄρχουσιν ἡμῶν οἱ ἀλλόφυλοι καὶ ἵνα τί ταῦτα ἐποίησας ἡμῖν καὶ εἶπεν αὐτοῖς Σαμψων καθὼς ἐποίησαν ἡμῖν οὕτως ἐποίησα αὐτοῖς
Jdg 15:12καὶ εἶπαν αὐτῷ τοῦ δῆσαί σε κατέβημεν καὶ παραδοῦναί σε εἰς χεῖρας ἀλλοφύλων καὶ εἶπεν αὐτοῖς Σαμψων ὀμόσατέ μοι μὴ ἀποκτεῖναί με ὑμεῖς καὶ παράδοτέ με αὐτοῖς μήποτε ἀπαντήσητε ὑμεῖς ἐν ἐμοί
Jdg 15:13καὶ ὤμοσαν αὐτῷ λέγοντες οὐχί ἀλλὰ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε εἰς χεῖρας αὐτῶν θανάτῳ δὲ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν δύο καλωδίοις καινοῖς καὶ ἀνήγαγον αὐτὸν ἐκ τῆς πέτρας
Jdg 15:14καὶ αὐτὸς ἦλθεν ἕως Σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀπάντησιν αὐτοῦ καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ καὶ κατηύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου καὶ ἐγένοντο τὰ καλώδια τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ἡνίκα ἂν ὀσφρανθῇ πυρός καὶ διελύθησαν οἱ δεσμοὶ ἀπὸ τῶν βραχιόνων αὐτοῦ
Jdg 15:15καὶ εὗρεν σιαγόνα ὄνου ἐρριμμένην ἐν τῇ ὁδῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας
Jdg 15:16καὶ εἶπεν Σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας
Jdg 15:17καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν καὶ ἔρριψεν τὴν σιαγόνα ἀπὸ τῆς χειρὸς αὐτοῦ καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος
Jdg 15:18καὶ ἐδίψησεν σφόδρα καὶ ἐβόησεν πρὸς κύριον καὶ εἶπεν σὺ ἔδωκας ἐν χειρὶ τοῦ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νῦν ἀποθανοῦμαι ἐν δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων
Jdg 15:19καὶ ἤνοιξεν θεὸς τὸ τραῦμα τῆς σιαγόνος καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδατα καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ καὶ ἀνέψυξεν διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ ἐπίκλητος σιαγόνος ἕως τῆς ἡμέρας ταύτης
Jdg 15:20καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων ἔτη εἴκοσι
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Judges Chapter 15 — Additional Translations: