Previous Chapter Full Page Full Page Next Chapter

Κριτές (Judges) 13 :: Septuagint (LXX)

Jdg 13:1καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ ἀλλοφύλων τεσσαράκοντα ἔτη
Jdg 13:2καὶ ἐγένετο ἀνὴρ ἐκ Σαραα ἐκ τῆς φυλῆς τοῦ Δαν καὶ ὄνομα αὐτῷ Μανωε καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτικτεν
Jdg 13:3καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν ἰδοὺ δὴ σὺ στεῖρα καὶ οὐ τέτοκας καὶ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν
Jdg 13:4καὶ νῦν φύλαξαι καὶ μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον
Jdg 13:5ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὅτι ἡγιασμένον ναζιραῖον ἔσται τῷ θεῷ τὸ παιδάριον ἐκ τῆς γαστρός καὶ αὐτὸς ἄρξεται σῴζειν τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων
Jdg 13:6καὶ ἦλθεν γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ὅτι ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρός με καὶ ὅρασις αὐτοῦ ὡς ὅρασις ἀγγέλου τοῦ θεοῦ ἐπιφανὴς σφόδρα καὶ ἠρώτων πόθεν ἐστίν καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι
Jdg 13:7καὶ εἶπέν μοι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν καὶ νῦν μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶσαν ἀκαθαρσίαν ὅτι ναζιραῖον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ
Jdg 13:8καὶ ἐδεήθη Μανωε τοῦ κυρίου καὶ εἶπεν ἐν ἐμοί κύριε ἄνθρωπος τοῦ θεοῦ ὃν ἀπέστειλας πρὸς ἡμᾶς ἐλθέτω δὴ πρὸς ἡμᾶς καὶ φωτισάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ
Jdg 13:9καὶ ἐπήκουσεν θεὸς τῆς φωνῆς Μανωε καὶ παρεγένετο ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα αὐτῆς καθημένης ἐν τῷ ἀγρῷ καὶ Μανωε ἀνὴρ αὐτῆς οὐκ ἦν μετ᾽ αὐτῆς
Jdg 13:10καὶ ἐτάχυνεν γυνὴ καὶ ἐξέδραμεν καὶ ἀπήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ ὦπταί μοι ἀνὴρ ἐλθὼν πρός με τῇ ἡμέρᾳ ἐκείνῃ
Jdg 13:11καὶ ἀνέστη Μανωε καὶ ἐπορεύθη ὀπίσω τῆς γυναικὸς αὐτοῦ πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ εἰ σὺ εἶ ἀνὴρ λαλήσας πρὸς τὴν γυναῖκα καὶ εἶπεν ἄγγελος ἐγώ
Jdg 13:12καὶ εἶπεν Μανωε νῦν δὴ ἐλθόντος τοῦ ῥήματός σου τί ἔσται τὸ κρίμα τοῦ παιδαρίου καὶ τὰ ἔργα αὐτοῦ
Jdg 13:13καὶ εἶπεν ἄγγελος κυρίου πρὸς Μανωε ἀπὸ πάντων ὧν εἶπα πρὸς τὴν γυναῖκα φυλαξάσθω
Jdg 13:14ἀπὸ πάντων ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου οὐ φάγεται καὶ οἶνον καὶ σικερα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω πάντα ὅσα ἐνετειλάμην αὐτῇ φυλαξάσθω
Jdg 13:15καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου βιασώμεθα δή σε καὶ ποιήσομεν ἐνώπιόν σου ἔριφον αἰγῶν
Jdg 13:16καὶ εἶπεν ἄγγελος κυρίου πρὸς Μανωε ἐὰν βιάσῃ με οὐ φάγομαι τῶν ἄρτων σου καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα κυρίῳ ἀνοίσεις αὐτό ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν
Jdg 13:17καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου τί ὄνομά σοι ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου δοξάσωμέν σε
Jdg 13:18καὶ εἶπεν αὐτῷ ἄγγελος κυρίου ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου καὶ αὐτό ἐστιν θαυμαστόν
Jdg 13:19καὶ ἔλαβεν Μανωε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ τῷ θαυμαστὰ ποιοῦντι κυρίῳ καὶ Μανωε καὶ γυνὴ αὐτοῦ ἐθεώρουν
Jdg 13:20καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνωθεν τοῦ θυσιαστηρίου εἰς τὸν οὐρανὸν καὶ ἀνέβη ἄγγελος κυρίου ἐν τῇ φλογί καὶ Μανωε καὶ γυνὴ αὐτοῦ ἐθεώρουν καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν
Jdg 13:21καὶ οὐ προσέθηκεν ἔτι ἄγγελος κυρίου ὀφθῆναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ τότε ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν
Jdg 13:22καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ θανάτῳ ἀποθανούμεθα ὅτι θεὸν ἑωράκαμεν
Jdg 13:23καὶ εἶπεν αὐτῷ γυνὴ αὐτοῦ εἰ ἐβούλετο κύριος θανατῶσαι ἡμᾶς οὐκ ἂν ἐδέξατο ἐκ τῶν χειρῶν ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἐφώτισεν ἡμᾶς πάντα ταῦτα καὶ οὐκ ἂν ἀκουστὰ ἐποίησεν ἡμῖν ταῦτα
Jdg 13:24καὶ ἔτεκεν γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψων καὶ ηὐλόγησεν αὐτὸν κύριος καὶ ηὐξήθη τὸ παιδάριον
Jdg 13:25καὶ ἤρξατο πνεῦμα κυρίου συμπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δαν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Judges Chapter 13 — Additional Translations: