Previous Chapter Full Page Full Page Next Chapter

Ησαΐας (Isaiah) 52 :: Septuagint (LXX)

Isa 52:1ἐξεγείρου ἐξεγείρου Σιων ἔνδυσαι τὴν ἰσχύν σου Σιων καὶ ἔνδυσαι τὴν δόξαν σου Ιερουσαλημ πόλις ἁγία οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος
Isa 52:2ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι κάθισον Ιερουσαλημ ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου αἰχμάλωτος θυγάτηρ Σιων
Isa 52:3ὅτι τάδε λέγει κύριος δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε
Isa 52:4οὕτως λέγει κύριος εἰς Αἴγυπτον κατέβη λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν
Isa 52:5καὶ νῦν τί ὧδέ ἐστε τάδε λέγει κύριος ὅτι ἐλήμφθη λαός μου δωρεάν θαυμάζετε καὶ ὀλολύζετε τάδε λέγει κύριος δι᾽ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν
Isa 52:6διὰ τοῦτο γνώσεται λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς λαλῶν πάρειμι
Isa 52:7ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης ὡς εὐαγγελιζόμενος ἀγαθά ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων βασιλεύσει σου θεός
Isa 52:8ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιων
Isa 52:9ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ
Isa 52:10καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ
Isa 52:11ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε ἐξέλθατε ἐκ μέσου αὐτῆς ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου
Isa 52:12ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ἐπισυνάγων ὑμᾶς κύριος θεὸς Ισραηλ
Isa 52:13ἰδοὺ συνήσει παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα
Isa 52:14ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ δόξα σου ἀπὸ τῶν ἀνθρώπων
Isa 52:15οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ᾽ αὐτῷ καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).