Previous Chapter Full Page Full Page Next Chapter

Ησαΐας (Isaiah) 41 :: Septuagint (LXX)

Isa 41:1ἐγκαινίζεσθε πρός με νῆσοι οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα τότε κρίσιν ἀναγγειλάτωσαν
Isa 41:2τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ καὶ πορεύσεται δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν
Isa 41:3καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ὁδὸς τῶν ποδῶν αὐτοῦ
Isa 41:4τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα ἐκάλεσεν αὐτὴν καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς ἐγὼ θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι
Isa 41:5εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα
Isa 41:6κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι καὶ ἐρεῖ
Isa 41:7ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρῃ ἅμα ἐλαύνων ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται
Isa 41:8σὺ δέ Ισραηλ παῖς μου Ιακωβ ὃν ἐξελεξάμην σπέρμα Αβρααμ ὃν ἠγάπησα
Isa 41:9οὗ ἀντελαβόμην ἀπ᾽ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι παῖς μου εἶ ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε
Isa 41:10μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι μὴ πλανῶ ἐγὼ γάρ εἰμι θεός σου ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου
Isa 41:11ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου
Isa 41:12ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε
Isa 41:13ὅτι ἐγὼ θεός σου κρατῶν τῆς δεξιᾶς σου λέγων σοι μὴ φοβοῦ
Isa 41:14Ιακωβ ὀλιγοστὸς Ισραηλ ἐγὼ ἐβοήθησά σοι λέγει θεὸς λυτρούμενός σε Ισραηλ
Isa 41:15ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις
Isa 41:16καὶ λικμήσεις καὶ ἄνεμος λήμψεται αὐτούς καὶ καταιγὶς διασπερεῖ αὐτούς σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ισραηλ καὶ ἀγαλλιάσονται
Isa 41:17οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη ἐγὼ κύριος θεός ἐγὼ ἐπακούσομαι θεὸς Ισραηλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς
Isa 41:18ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς
Isa 41:19θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην
Isa 41:20ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ἅγιος τοῦ Ισραηλ κατέδειξεν
Isa 41:21ἐγγίζει κρίσις ὑμῶν λέγει κύριος θεός ἤγγισαν αἱ βουλαὶ ὑμῶν λέγει βασιλεὺς Ιακωβ
Isa 41:22ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν συμβήσεται τὰ πρότερα τίνα ἦν εἴπατε καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν
Isa 41:23ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ᾽ ἐσχάτου καὶ γνωσόμεθα ὅτι θεοί ἐστε εὖ ποιήσατε καὶ κακώσατε καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα
Isa 41:24ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἐργασία ὑμῶν ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς
Isa 41:25ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ᾽ ἡλίου ἀνατολῶν κληθήσονται τῷ ὀνόματί μου ἐρχέσθωσαν ἄρχοντες καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν οὕτως καταπατηθήσεσθε
Isa 41:26τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν οὐκ ἔστιν προλέγων οὐδὲ ἀκούων ὑμῶν τοὺς λόγους
Isa 41:27ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν
Isa 41:28ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ἀναγγέλλων καὶ ἐὰν ἐρωτήσω αὐτούς πόθεν ἐστέ οὐ μὴ ἀποκριθῶσίν μοι
Isa 41:29εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς καὶ μάτην οἱ πλανῶντες ὑμᾶς
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Isaiah Chapter 41 — Additional Translations: