Previous Chapter Full Page Full Page Next Chapter

Ησαΐας (Isaiah) 34 :: Septuagint (LXX)

Isa 34:1προσαγάγετε ἔθνη καὶ ἀκούσατε ἄρχοντες ἀκουσάτω γῆ καὶ οἱ ἐν αὐτῇ οἰκουμένη καὶ λαὸς ἐν αὐτῇ
Isa 34:2διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν
Isa 34:3οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί καὶ ἀναβήσεται αὐτῶν ὀσμή καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν
Isa 34:4καὶ ἑλιγήσεται οὐρανὸς ὡς βιβλίον καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς
Isa 34:5ἐμεθύσθη μάχαιρά μου ἐν τῷ οὐρανῷ ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως
Isa 34:6 μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν ὅτι θυσία κυρίῳ ἐν Βοσορ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ιδουμαίᾳ
Isa 34:7καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ᾽ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι καὶ μεθυσθήσεται γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται
Isa 34:8ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων
Isa 34:9καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν καὶ γῆ αὐτῆς εἰς θεῖον καὶ ἔσται αὐτῆς γῆ καιομένη ὡς πίσσα
Isa 34:10νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον καὶ ἀναβήσεται καπνὸς αὐτῆς ἄνω εἰς γενεὰς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν
Isa 34:11καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες καὶ ἐπιβληθήσεται ἐπ᾽ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ
Isa 34:12οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν
Isa 34:13καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν
Isa 34:14καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν
Isa 34:15ἐκεῖ ἐνόσσευσεν ἐχῖνος καὶ ἔσωσεν γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας ἐκεῖ ἔλαφοι συνήντησαν καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων
Isa 34:16ἀριθμῷ παρῆλθον καὶ μία αὐτῶν οὐκ ἀπώλετο ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν ὅτι κύριος ἐνετείλατο αὐτοῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς
Isa 34:17καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους καὶ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ᾽ αὐτῆς
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).