Previous Chapter Full Page Full Page Next Chapter

Ιεζεκιήλ (Ezekiel) 38 :: Septuagint (LXX)

Eze 38:1καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Eze 38:2υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ καὶ προφήτευσον ἐπ᾽ αὐτὸν
Eze 38:3καὶ εἰπὸν αὐτῷ τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ
Eze 38:4καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας συναγωγὴ πολλή πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι
Eze 38:5Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες πάντες περικεφαλαίαις καὶ πέλταις
Eze 38:6Γομερ καὶ πάντες οἱ περὶ αὐτόν οἶκος τοῦ Θεργαμα ἀπ᾽ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν καὶ ἔθνη πολλὰ μετὰ σοῦ
Eze 38:7ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν
Eze 38:8ἀφ᾽ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ᾽ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν ἐπὶ γῆν Ισραηλ ἐγενήθη ἔρημος δι᾽ ὅλου καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν καὶ κατοικήσουσιν ἐπ᾽ εἰρήνης ἅπαντες
Eze 38:9καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ
Eze 38:10τάδε λέγει κύριος κύριος καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου καὶ λογιῇ λογισμοὺς πονηροὺς
Eze 38:11καὶ ἐρεῖς ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ᾽ εἰρήνης πάντας κατοικοῦντας γῆν ἐν οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς
Eze 38:12προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην κατῳκίσθη καὶ ἐπ᾽ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς
Eze 38:13Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα
Eze 38:14διὰ τοῦτο προφήτευσον υἱὲ ἀνθρώπου καὶ εἰπὸν τῷ Γωγ τάδε λέγει κύριος οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ισραηλ ἐπ᾽ εἰρήνης ἐγερθήσῃ
Eze 38:15καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ᾽ ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ ἀναβάται ἵππων πάντες συναγωγὴ μεγάλη καὶ δύναμις πολλή
Eze 38:16καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἔσται καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν
Eze 38:17τάδε λέγει κύριος κύριος τῷ Γωγ σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ᾽ αὐτούς
Eze 38:18καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ λέγει κύριος κύριος ἀναβήσεται θυμός μου
Eze 38:19καὶ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ
Eze 38:20καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς καὶ ῥαγήσεται τὰ ὄρη καὶ πεσοῦνται αἱ φάραγγες καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται
Eze 38:21καὶ καλέσω ἐπ᾽ αὐτὸν πᾶν φόβον λέγει κύριος μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται
Eze 38:22καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ᾽ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ᾽ αὐτοῦ καὶ ἐπ᾽ ἔθνη πολλὰ μετ᾽ αὐτοῦ
Eze 38:23καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Ezekiel Chapter 38 — Additional Translations: