Previous Chapter Full Page Full Page Next Chapter

Ιεζεκιήλ (Ezekiel) 3 :: Septuagint (LXX)

Eze 3:1καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς Ισραηλ
Eze 3:2καὶ διήνοιξα τὸ στόμα μου καὶ ἐψώμισέν με τὴν κεφαλίδα
Eze 3:3καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου τὸ στόμα σου φάγεται καὶ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ καὶ ἔφαγον αὐτήν καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον
Eze 3:4καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου βάδιζε εἴσελθε πρὸς τὸν οἶκον τοῦ Ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς
Eze 3:5διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ πρὸς τὸν οἶκον τοῦ Ισραηλ
Eze 3:6οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἀλλογλώσσους οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε οὗτοι ἂν εἰσήκουσάν σου
Eze 3:7 δὲ οἶκος τοῦ Ισραηλ οὐ μὴ θελήσωσιν εἰσακοῦσαί σου διότι οὐ βούλονται εἰσακούειν μου ὅτι πᾶς οἶκος Ισραηλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι
Eze 3:8καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν
Eze 3:9καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας μὴ φοβηθῇς ἀπ᾽ αὐτῶν μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν διότι οἶκος παραπικραίνων ἐστίν
Eze 3:10καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου πάντας τοὺς λόγους οὓς λελάληκα μετὰ σοῦ λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσίν σου ἄκουε
Eze 3:11καὶ βάδιζε εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἐὰν ἄρα ἀκούσωσιν ἐὰν ἄρα ἐνδῶσιν
Eze 3:12καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου εὐλογημένη δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ
Eze 3:13καὶ εἶδον φωνὴν πτερύγων τῶν ζῴων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν καὶ φωνὴ τοῦ σεισμοῦ
Eze 3:14καὶ τὸ πνεῦμα ἐξῆρέν με καὶ ἀνέλαβέν με καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου καὶ χεὶρ κυρίου ἐγένετο ἐπ᾽ ἐμὲ κραταιά
Eze 3:15καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ τοὺς ὄντας ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν
Eze 3:16καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος κυρίου πρός με λέγων
Eze 3:17υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαπειλήσῃ αὐτοῖς παρ᾽ ἐμοῦ
Eze 3:18ἐν τῷ λέγειν με τῷ ἀνόμῳ θανάτῳ θανατωθήσῃ καὶ οὐ διεστείλω αὐτῷ οὐδὲ ἐλάλησας τοῦ διαστείλασθαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῆσαι αὐτόν ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω
Eze 3:19καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ τῆς ὁδοῦ αὐτοῦ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ
Eze 3:20καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ αὐτὸς ἀποθανεῖται ὅτι οὐ διεστείλω αὐτῷ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω
Eze 3:21σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν καὶ αὐτὸς μὴ ἁμάρτῃ δίκαιος ζωῇ ζήσεται ὅτι διεστείλω αὐτῷ καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ
Eze 3:22καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ κυρίου καὶ εἶπεν πρός με ἀνάστηθι καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ
Eze 3:23καὶ ἀνέστην καὶ ἐξῆλθον εἰς τὸ πεδίον καὶ ἰδοὺ ἐκεῖ δόξα κυρίου εἱστήκει καθὼς ὅρασις καὶ καθὼς δόξα ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου
Eze 3:24καὶ ἦλθεν ἐπ᾽ ἐμὲ πνεῦμα καὶ ἔστησέν με ἐπὶ πόδας μου καὶ ἐλάλησεν πρός με καὶ εἶπέν μοι εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου
Eze 3:25καὶ σύ υἱὲ ἀνθρώπου ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί καὶ δήσουσίν σε ἐν αὐτοῖς καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν
Eze 3:26καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφωθήσῃ καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα διότι οἶκος παραπικραίνων ἐστίν
Eze 3:27καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἀκούων ἀκουέτω καὶ ἀπειθῶν ἀπειθείτω διότι οἶκος παραπικραίνων ἐστίν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Ezekiel Chapter 3 — Additional Translations: