Previous Chapter Full Page Full Page Next Chapter

Έξοδος (Exodus) 5 :: Septuagint (LXX)

Exo 5:1καὶ μετὰ ταῦτα εἰσῆλθεν Μωυσῆς καὶ Ααρων πρὸς Φαραω καὶ εἶπαν αὐτῷ τάδε λέγει κύριος θεὸς Ισραηλ ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ
Exo 5:2καὶ εἶπεν Φαραω τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ισραηλ οὐκ ἐξαποστέλλω
Exo 5:3καὶ λέγουσιν αὐτῷ θεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον ὅπως θύσωμεν τῷ θεῷ ἡμῶν μήποτε συναντήσῃ ἡμῖν θάνατος φόνος
Exo 5:4καὶ εἶπεν αὐτοῖς βασιλεὺς Αἰγύπτου ἵνα τί Μωυσῆ καὶ Ααρων διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ
Exo 5:5καὶ εἶπεν Φαραω ἰδοὺ νῦν πολυπληθεῖ λαός μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων
Exo 5:6συνέταξεν δὲ Φαραω τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσιν λέγων
Exo 5:7οὐκέτι προστεθήσεται διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα
Exo 5:8καὶ τὴν σύνταξιν τῆς πλινθείας ἧς αὐτοὶ ποιοῦσιν καθ᾽ ἑκάστην ἡμέραν ἐπιβαλεῖς αὐτοῖς οὐκ ἀφελεῖς οὐδέν σχολάζουσιν γάρ διὰ τοῦτο κεκράγασιν λέγοντες πορευθῶμεν καὶ θύσωμεν τῷ θεῷ ἡμῶν
Exo 5:9βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων καὶ μεριμνάτωσαν ταῦτα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς
Exo 5:10κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες τάδε λέγει Φαραω οὐκέτι δίδωμι ὑμῖν ἄχυρα
Exo 5:11αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα ὅθεν ἐὰν εὕρητε οὐ γὰρ ἀφαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐθέν
Exo 5:12καὶ διεσπάρη λαὸς ἐν ὅλῃ Αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα
Exo 5:13οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθ᾽ ἡμέραν καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν
Exo 5:14καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ισραηλ οἱ κατασταθέντες ἐπ᾽ αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραω λέγοντες διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν καὶ τὸ τῆς σήμερον
Exo 5:15εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ κατεβόησαν πρὸς Φαραω λέγοντες ἵνα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις
Exo 5:16ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου καὶ τὴν πλίνθον ἡμῖν λέγουσιν ποιεῖν καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται ἀδικήσεις οὖν τὸν λαόν σου
Exo 5:17καὶ εἶπεν αὐτοῖς σχολάζετε σχολασταί ἐστε διὰ τοῦτο λέγετε πορευθῶμεν θύσωμεν τῷ θεῷ ἡμῶν
Exo 5:18νῦν οὖν πορευθέντες ἐργάζεσθε τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε
Exo 5:19ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ
Exo 5:20συνήντησαν δὲ Μωυσῇ καὶ Ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραω
Exo 5:21καὶ εἶπαν αὐτοῖς ἴδοι θεὸς ὑμᾶς καὶ κρίναι ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς
Exo 5:22ἐπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν κύριε διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον καὶ ἵνα τί ἀπέσταλκάς με
Exo 5:23καὶ ἀφ᾽ οὗ πεπόρευμαι πρὸς Φαραω λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι ἐκάκωσεν τὸν λαὸν τοῦτον καὶ οὐκ ἐρρύσω τὸν λαόν σου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Exodus Chapter 5 — Additional Translations: