Previous Chapter Full Page Full Page Next Chapter

Έξοδος (Exodus) 22 :: Septuagint (LXX)

Exo 22:1(LXX 21:37) ἐὰν δέ τις κλέψῃ μόσχον πρόβατον καὶ σφάξῃ αὐτὸ ἀποδῶται πέντε μόσχους ἀποτείσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου
Exo 22:2(LXX 22:1) ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ οὐκ ἔστιν αὐτῷ φόνος
Exo 22:3(LXX 22:2) ἐὰν δὲ ἀνατείλῃ ἥλιος ἐπ᾽ αὐτῷ ἔνοχός ἐστιν ἀνταποθανεῖται ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ πραθήτω ἀντὶ τοῦ κλέμματος
Exo 22:4(LXX 22:3) ἐὰν δὲ καταλημφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζῶντα διπλᾶ αὐτὰ ἀποτείσει
Exo 22:5(LXX 22:4) ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἀμπελῶνα καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον ἀποτείσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένημα αὐτοῦ ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτείσει
Exo 22:6(LXX 22:5) ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα στάχυς πεδίον ἀποτείσει τὸ πῦρ ἐκκαύσας
Exo 22:7(LXX 22:6) ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον σκεύη φυλάξαι καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου ἐὰν εὑρεθῇ κλέψας ἀποτείσει διπλοῦν
Exo 22:8(LXX 22:7) ἐὰν δὲ μὴ εὑρεθῇ κλέψας προσελεύσεται κύριος τῆς οἰκίας ἐνώπιον τοῦ θεοῦ καὶ ὀμεῖται μὴν μὴ αὐτὸς πεπονηρεῦσθαι ἐφ᾽ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον
Exo 22:9(LXX 22:8) κατὰ πᾶν ῥητὸν ἀδίκημα περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τῆς ἐγκαλουμένης τι οὖν ἂν ἐνώπιον τοῦ θεοῦ ἐλεύσεται κρίσις ἀμφοτέρων καὶ ἁλοὺς διὰ τοῦ θεοῦ ἀποτείσει διπλοῦν τῷ πλησίον
Exo 22:10(LXX 22:9) ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον μόσχον πρόβατον πᾶν κτῆνος φυλάξαι καὶ συντριβῇ τελευτήσῃ αἰχμάλωτον γένηται καὶ μηδεὶς γνῷ
Exo 22:11(LXX 22:10) ὅρκος ἔσται τοῦ θεοῦ ἀνὰ μέσον ἀμφοτέρων μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι καθ᾽ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον καὶ οὕτως προσδέξεται κύριος αὐτοῦ καὶ οὐκ ἀποτείσει
Exo 22:12(LXX 22:11) ἐὰν δὲ κλαπῇ παρ᾽ αὐτοῦ ἀποτείσει τῷ κυρίῳ
Exo 22:13(LXX 22:12) ἐὰν δὲ θηριάλωτον γένηται ἄξει αὐτὸν ἐπὶ τὴν θήραν καὶ οὐκ ἀποτείσει
Exo 22:14(LXX 22:13) ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον καὶ συντριβῇ ἀποθάνῃ αἰχμάλωτον γένηται δὲ κύριος μὴ μετ᾽ αὐτοῦ ἀποτείσει
Exo 22:15(LXX 22:14) ἐὰν δὲ κύριος μετ᾽ αὐτοῦ οὐκ ἀποτείσει ἐὰν δὲ μισθωτὸς ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ
Exo 22:16(LXX 22:15) ἐὰν δὲ ἀπατήσῃ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθῇ μετ᾽ αὐτῆς φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα
Exo 22:17(LXX 22:16) ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ μὴ βούληται πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα ἀργύριον ἀποτείσει τῷ πατρὶ καθ᾽ ὅσον ἐστὶν φερνὴ τῶν παρθένων
Exo 22:18(LXX 22:17) φαρμακοὺς οὐ περιποιήσετε
Exo 22:19(LXX 22:18) πᾶν κοιμώμενον μετὰ κτήνους θανάτῳ ἀποκτενεῖτε αὐτούς
Exo 22:20(LXX 22:19) θυσιάζων θεοῖς θανάτῳ ὀλεθρευθήσεται πλὴν κυρίῳ μόνῳ
Exo 22:21(LXX 22:20) καὶ προσήλυτον οὐ κακώσετε οὐδὲ μὴ θλίψητε αὐτόν ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτῳ
Exo 22:22(LXX 22:21) πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε
Exo 22:23(LXX 22:22) ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς καὶ κεκράξαντες καταβοήσωσι πρός με ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν
Exo 22:24(LXX 22:23) καὶ ὀργισθήσομαι θυμῷ καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι καὶ τὰ παιδία ὑμῶν ὀρφανά
Exo 22:25(LXX 22:24) ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοί οὐκ ἔσῃ αὐτὸν κατεπείγων οὐκ ἐπιθήσεις αὐτῷ τόκον
Exo 22:26(LXX 22:25) ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ
Exo 22:27(LXX 22:26) ἔστιν γὰρ τοῦτο περιβόλαιον αὐτοῦ μόνον τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ ἐν τίνι κοιμηθήσεται ἐὰν οὖν καταβοήσῃ πρός με εἰσακούσομαι αὐτοῦ ἐλεήμων γάρ εἰμι
Exo 22:28(LXX 22:27) θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς
Exo 22:29(LXX 22:28) ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καθυστερήσεις τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί
Exo 22:30(LXX 22:29) οὕτως ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό
Exo 22:31(LXX 22:30) καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε τῷ κυνὶ ἀπορρίψατε αὐτό
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Exodus Chapter 22 — Additional Translations: