Previous Chapter Full Page Full Page Next Chapter

Έξοδος (Exodus) 11 :: Septuagint (LXX)

Exo 11:1εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔτι μίαν πληγὴν ἐπάξω ἐπὶ Φαραω καὶ ἐπ᾽ Αἴγυπτον καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦθεν ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ
Exo 11:2λάλησον οὖν κρυφῇ εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον καὶ γυνὴ παρὰ τῆς πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν
Exo 11:3κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοῖς καὶ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ
Exo 11:4καὶ εἶπεν Μωυσῆς τάδε λέγει κύριος περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου
Exo 11:5καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω ὃς κάθηται ἐπὶ τοῦ θρόνου καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους
Exo 11:6καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου ἥτις τοιαύτη οὐ γέγονεν καὶ τοιαύτη οὐκέτι προστεθήσεται
Exo 11:7καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ισραηλ
Exo 11:8καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προκυνήσουσίν με λέγοντες ἔξελθε σὺ καὶ πᾶς λαός σου οὗ σὺ ἀφηγῇ καὶ μετὰ ταῦτα ἐξελεύσομαι ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω μετὰ θυμοῦ
Exo 11:9εἶπεν δὲ κύριος πρὸς Μωυσῆν οὐκ εἰσακούσεται ὑμῶν Φαραω ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ
Exo 11:10Μωυσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Exodus Chapter 11 — Additional Translations: