Previous Chapter Full Page Full Page Next Chapter

Εσθήρ (Esther) 7 :: Septuagint (LXX)

Est 7:1εἰσῆλθεν δὲ βασιλεὺς καὶ Αμαν συμπιεῖν τῇ βασιλίσσῃ
Est 7:2εἶπεν δὲ βασιλεὺς Εσθηρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ τί ἐστιν Εσθηρ βασίλισσα καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου καὶ ἔστω σοι ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου
Est 7:3καὶ ἀποκριθεῖσα εἶπεν εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως δοθήτω ψυχή μου τῷ αἰτήματί μου καὶ λαός μου τῷ ἀξιώματί μου
Est 7:4ἐπράθημεν γὰρ ἐγώ τε καὶ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας καὶ παρήκουσα οὐ γὰρ ἄξιος διάβολος τῆς αὐλῆς τοῦ βασιλέως
Est 7:5εἶπεν δὲ βασιλεύς τίς οὗτος ὅστις ἐτόλμησεν ποιῆσαι τὸ πρᾶγμα τοῦτο
Est 7:6εἶπεν δὲ Εσθηρ ἄνθρωπος ἐχθρὸς Αμαν πονηρὸς οὗτος Αμαν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης
Est 7:7 δὲ βασιλεὺς ἐξανέστη ἐκ τοῦ συμποσίου εἰς τὸν κῆπον δὲ Αμαν παρῃτεῖτο τὴν βασίλισσαν ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα
Est 7:8ἐπέστρεψεν δὲ βασιλεὺς ἐκ τοῦ κήπου Αμαν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν εἶπεν δὲ βασιλεύς ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου Αμαν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ
Est 7:9εἶπεν δὲ Βουγαθαν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Αμαν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως καὶ ὤρθωται ἐν τοῖς Αμαν ξύλον πηχῶν πεντήκοντα εἶπεν δὲ βασιλεύς σταυρωθήτω ἐπ᾽ αὐτοῦ
Est 7:10καὶ ἐκρεμάσθη Αμαν ἐπὶ τοῦ ξύλου ἡτοίμασεν Μαρδοχαίῳ καὶ τότε βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Esther Chapter 7 — Additional Translations: