Previous Chapter Full Page Full Page Next Chapter

Δευτερονόμιο (Deuteronomy) 8 :: Septuagint (LXX)

Deu 8:1πάσας τὰς ἐντολάς ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον φυλάξεσθε ποιεῖν ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν ἣν κύριος θεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν
Deu 8:2καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν ἣν ἤγαγέν σε κύριος θεός σου ἐν τῇ ἐρήμῳ ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ οὔ
Deu 8:3καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ἄνθρωπος
Deu 8:4τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ οἱ πόδες σου οὐκ ἐτυλώθησαν ἰδοὺ τεσσαράκοντα ἔτη
Deu 8:5καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ οὕτως κύριος θεός σου παιδεύσει σε
Deu 8:6καὶ φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν
Deu 8:7 γὰρ κύριος θεός σου εἰσάγει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων
Deu 8:8γῆ πυροῦ καὶ κριθῆς ἄμπελοι συκαῖ ῥόαι γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος
Deu 8:9γῆ ἐφ᾽ ἧς οὐ μετὰ πτωχείας φάγῃ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήσῃ οὐδὲν ἐπ᾽ αὐτῆς γῆ ἧς οἱ λίθοι σίδηρος καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν
Deu 8:10καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐλογήσεις κύριον τὸν θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς ἧς ἔδωκέν σοι
Deu 8:11πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
Deu 8:12μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς
Deu 8:13καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων σοι
Deu 8:14ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
Deu 8:15τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα οὗ οὐκ ἦν ὕδωρ τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος
Deu 8:16τοῦ ψωμίσαντός σε τὸ μαννα ἐν τῇ ἐρήμῳ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ εὖ σε ποιήσῃ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν σου
Deu 8:17μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην
Deu 8:18καὶ μνησθήσῃ κυρίου τοῦ θεοῦ σου ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν κύριος τοῖς πατράσιν σου ὡς σήμερον
Deu 8:19καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε
Deu 8:20καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμῶν οὕτως ἀπολεῖσθε ἀνθ᾽ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Deuteronomy Chapter 8 — Additional Translations: