Previous Chapter Full Page Full Page Next Chapter

Δευτερονόμιο (Deuteronomy) 23 :: Septuagint (LXX)

Deu 23:1(LXX 23:2) οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου
Deu 23:2(LXX 23:3) οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου
Deu 23:3(LXX 23:4) οὐκ εἰσελεύσεται Αμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν κυρίου καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου καὶ ἕως εἰς τὸν αἰῶνα
Deu 23:4(LXX 23:5) παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλααμ υἱὸν Βεωρ ἐκ τῆς Μεσοποταμίας καταράσασθαί σε
Deu 23:5(LXX 23:6) καὶ οὐκ ἠθέλησεν κύριος θεός σου εἰσακοῦσαι τοῦ Βαλααμ καὶ μετέστρεψεν κύριος θεός σου τὰς κατάρας εἰς εὐλογίαν ὅτι ἠγάπησέν σε κύριος θεός σου
Deu 23:6(LXX 23:7) οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα
Deu 23:7(LXX 23:8) οὐ βδελύξῃ Ιδουμαῖον ὅτι ἀδελφός σού ἐστιν οὐ βδελύξῃ Αἰγύπτιον ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ
Deu 23:8(LXX 23:9) υἱοὶ ἐὰν γενηθῶσιν αὐτοῖς γενεὰ τρίτη εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου
Deu 23:9(LXX 23:10) ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ
Deu 23:10(LXX 23:11) ἐὰν ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτός καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν
Deu 23:11(LXX 23:12) καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν
Deu 23:12(LXX 23:13) καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω
Deu 23:13(LXX 23:14) καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ
Deu 23:14(LXX 23:15) ὅτι κύριος θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου καὶ ἔσται παρεμβολή σου ἁγία καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος καὶ ἀποστρέψει ἀπὸ σοῦ
Deu 23:15(LXX 23:16) οὐ παραδώσεις παῖδα τῷ κυρίῳ αὐτοῦ ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ
Deu 23:16(LXX 23:17) μετὰ σοῦ κατοικήσει ἐν ὑμῖν κατοικήσει ἐν παντὶ τόπῳ οὗ ἐὰν ἀρέσῃ αὐτῷ οὐ θλίψεις αὐτόν
Deu 23:17(LXX 23:18) οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ισραηλ οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ισραηλ
Deu 23:18(LXX 23:19) οὐ προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου πρὸς πᾶσαν εὐχήν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν καὶ ἀμφότερα
Deu 23:19(LXX 23:20) οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὗ ἂν ἐκδανείσῃς
Deu 23:20(LXX 23:21) τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς ἵνα εὐλογήσῃ σε κύριος θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν
Deu 23:21(LXX 23:22) ἐὰν δὲ εὔξῃ εὐχὴν κυρίῳ τῷ θεῷ σου οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν ὅτι ἐκζητῶν ἐκζητήσει κύριος θεός σου παρὰ σοῦ καὶ ἔσται ἐν σοὶ ἁμαρία
Deu 23:22(LXX 23:23) ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία
Deu 23:23(LXX 23:24) τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ ποιήσεις ὃν τρόπον εὔξω κυρίῳ τῷ θεῷ σου δόμα ἐλάλησας τῷ στόματί σου (23:25) ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξεις ἐν ταῖς χερσίν σου στάχυς καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου
Deu 23:25(LXX 23:26) ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου φάγῃ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Deuteronomy Chapter 23 — Additional Translations: