Previous Chapter Full Page Full Page Next Chapter

Δευτερονόμιο (Deuteronomy) 10 :: Septuagint (LXX)

Deu 10:1ἐν ἐκείνῳ τῷ καιρῷ εἶπεν κύριος πρός με λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην
Deu 10:2καὶ γράψω ἐπὶ τὰς πλάκας τὰ ῥήματα ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις ἃς συνέτριψας καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν
Deu 10:3καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ ἐλάξευσα τὰς δύο πλάκας τὰς λιθίνας ὡς αἱ πρῶται καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου
Deu 10:4καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί
Deu 10:5καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν ἣν ἐποίησα καὶ ἦσαν ἐκεῖ καθὰ ἐνετείλατό μοι κύριος
Deu 10:6καὶ οἱ υἱοὶ Ισραηλ ἀπῆραν ἐκ Βηρωθ υἱῶν Ιακιμ Μισαδαι ἐκεῖ ἀπέθανεν Ααρων καὶ ἐτάφη ἐκεῖ καὶ ἱεράτευσεν Ελεαζαρ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ
Deu 10:7ἐκεῖθεν ἀπῆραν εἰς Γαδγαδ καὶ ἀπὸ Γαδγαδ εἰς Ετεβαθα γῆ χείμαρροι ὑδάτων
Deu 10:8ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλεν κύριος τὴν φυλὴν τὴν Λευι αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου παρεστάναι ἔναντι κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης
Deu 10:9διὰ τοῦτο οὐκ ἔστιν τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν κύριος αὐτὸς κλῆρος αὐτοῦ καθὰ εἶπεν αὐτῷ
Deu 10:10κἀγὼ εἱστήκειν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι ὑμᾶς
Deu 10:11καὶ εἶπεν κύριος πρός με βάδιζε ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς
Deu 10:12καὶ νῦν Ισραηλ τί κύριος θεός σου αἰτεῖται παρὰ σοῦ ἀλλ᾽ φοβεῖσθαι κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
Deu 10:13φυλάσσεσθαι τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὖ σοι
Deu 10:14ἰδοὺ κυρίου τοῦ θεοῦ σου οὐρανὸς καὶ οὐρανὸς τοῦ οὐρανοῦ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ
Deu 10:15πλὴν τοὺς πατέρας ὑμῶν προείλατο κύριος ἀγαπᾶν αὐτοὺς καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾽ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην
Deu 10:16καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι
Deu 10:17 γὰρ κύριος θεὸς ὑμῶν οὗτος θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων θεὸς μέγας καὶ ἰσχυρὸς καὶ φοβερός ὅστις οὐ θαυμάζει πρόσωπον οὐδ᾽ οὐ μὴ λάβῃ δῶρον
Deu 10:18ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον
Deu 10:19καὶ ἀγαπήσετε τὸν προσήλυτον προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ
Deu 10:20κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ
Deu 10:21οὗτος καύχημά σου καὶ οὗτος θεός σου ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα εἴδοσαν οἱ ὀφθαλμοί σου
Deu 10:22ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον νυνὶ δὲ ἐποίησέν σε κύριος θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Deuteronomy Chapter 10 — Additional Translations: