Previous Chapter Full Page Full Page Next Chapter

Δανιήλ (Daniel) 8 :: Septuagint (LXX)

Dan 8:1ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασαρ τοῦ βασιλέως ὅρασις ὤφθη πρός με ἐγὼ Δανιηλ μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν
Dan 8:2καὶ ἤμην ἐν Σούσοις τῇ βάρει ἐστιν ἐν χώρᾳ Αιλαμ καὶ εἶδον ἐν ὁράματι καὶ ἤμην ἐπὶ τοῦ Ουβαλ
Dan 8:3καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Ουβαλ καὶ αὐτῷ κέρατα καὶ τὰ κέρατα ὑψηλά καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ᾽ ἐσχάτων
Dan 8:4εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ καὶ οὐκ ἦν ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη
Dan 8:5καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς καὶ τῷ τράγῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ
Dan 8:6καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ
Dan 8:7καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν καὶ οὐκ ἦν ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ
Dan 8:8καὶ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ
Dan 8:9καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν
Dan 8:10ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων καὶ συνεπάτησεν αὐτά
Dan 8:11καὶ ἕως οὗ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν καὶ δι᾽ αὐτὸν θυσία ἐρράχθη καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ καὶ τὸ ἅγιον ἐρημωθήσεται
Dan 8:12καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη καὶ ἐποίησεν καὶ εὐοδώθη
Dan 8:13καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνι τῷ λαλοῦντι ἕως πότε ὅρασις στήσεται θυσία ἀρθεῖσα καὶ ἁμαρτία ἐρημώσεως δοθεῖσα καὶ τὸ ἅγιον καὶ δύναμις συμπατηθήσεται
Dan 8:14καὶ εἶπεν αὐτῷ ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι καὶ καθαρισθήσεται τὸ ἅγιον
Dan 8:15καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με ἐγὼ Δανιηλ τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός
Dan 8:16καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Ουβαλ καὶ ἐκάλεσεν καὶ εἶπεν Γαβριηλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν
Dan 8:17καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ εἶπεν πρός με σύνες υἱὲ ἀνθρώπου ἔτι γὰρ εἰς καιροῦ πέρας ὅρασις
Dan 8:18καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ᾽ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ πόδας
Dan 8:19καὶ εἶπεν ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ᾽ ἐσχάτων τῆς ὀργῆς ἔτι γὰρ εἰς καιροῦ πέρας ὅρασις
Dan 8:20 κριός ὃν εἶδες ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσῶν
Dan 8:21καὶ τράγος τῶν αἰγῶν βασιλεὺς Ἑλλήνων καὶ τὸ κέρας τὸ μέγα ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ αὐτός ἐστιν βασιλεὺς πρῶτος
Dan 8:22καὶ τοῦ συντριβέντος οὗ ἔστησαν τέσσαρα ὑποκάτω κέρατα τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ
Dan 8:23καὶ ἐπ᾽ ἐσχάτων τῆς βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα
Dan 8:24καὶ κραταιὰ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον
Dan 8:25καὶ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ δόλος ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται καὶ ὡς ᾠὰ χειρὶ συντρίψει
Dan 8:26καὶ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηθείσης ἀληθής ἐστιν καὶ σὺ σφράγισον τὴν ὅρασιν ὅτι εἰς ἡμέρας πολλάς
Dan 8:27καὶ ἐγὼ Δανιηλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως καὶ ἐθαύμαζον τὴν ὅρασιν καὶ οὐκ ἦν συνίων
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Daniel Chapter 8 — Additional Translations: