Previous Chapter Full Page Full Page Next Chapter

Δανιήλ (Daniel) 4 :: Septuagint (LXX)

Dan 4:1Ναβουχοδονοσορ βασιλεὺς πᾶσι τοῖς λαοῖς φυλαῖς καὶ γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ εἰρήνη ὑμῖν πληθυνθείη
Dan 4:2τὰ σημεῖα καὶ τὰ τέρατα ἐποίησεν μετ᾽ ἐμοῦ θεὸς ὕψιστος ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν
Dan 4:3ὡς μεγάλα καὶ ἰσχυρά βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν
Dan 4:4ἐγὼ Ναβουχοδονοσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου καὶ εὐθαλῶν
Dan 4:5ἐνύπνιον εἶδον καὶ ἐφοβέρισέν με καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με
Dan 4:6καὶ δι᾽ ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι
Dan 4:7καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοί μάγοι γαζαρηνοί Χαλδαῖοι καὶ τὸ ἐνύπνιον εἶπα ἐγὼ ἐνώπιον αὐτῶν καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι
Dan 4:8ἕως οὗ ἦλθεν Δανιηλ οὗ τὸ ὄνομα Βαλτασαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου ὃς πνεῦμα θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτοῦ εἶπα
Dan 4:9Βαλτασαρ ἄρχων τῶν ἐπαοιδῶν ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοὶ καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σε ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου οὗ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν μοι
Dan 4:10ἐπὶ τῆς κοίτης μου ἐθεώρουν καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς καὶ τὸ ὕψος αὐτοῦ πολύ
Dan 4:11ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς
Dan 4:12τὰ φύλλα αὐτοῦ ὡραῖα καὶ καρπὸς αὐτοῦ πολύς καὶ τροφὴ πάντων ἐν αὐτῷ καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ
Dan 4:13ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου καὶ ἰδοὺ ιρ καὶ ἅγιος ἀπ᾽ οὐρανοῦ κατέβη
Dan 4:14καὶ ἐφώνησεν ἐν ἰσχύι καὶ οὕτως εἶπεν ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ
Dan 4:15πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται καὶ μετὰ τῶν θηρίων μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς
Dan 4:16 καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται καὶ καρδία θηρίου δοθήσεται αὐτῷ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ᾽ αὐτόν
Dan 4:17διὰ συγκρίματος ιρ λόγος καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα ἵνα γνῶσιν οἱ ζῶντες ὅτι κύριός ἐστιν ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ἐὰν δόξῃ δώσει αὐτὴν καὶ ἐξουδένημα ἀνθρώπων ἀναστήσει ἐπ᾽ αὐτήν
Dan 4:18τοῦτο τὸ ἐνύπνιον εἶδον ἐγὼ Ναβουχοδονοσορ βασιλεύς καὶ σύ Βαλτασαρ τὸ σύγκριμα εἰπόν ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι σὺ δέ Δανιηλ δύνασαι ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί
Dan 4:19τότε Δανιηλ οὗ τὸ ὄνομα Βαλτασαρ ἀπηνεώθη ὡσεὶ ὥραν μίαν καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν καὶ ἀπεκρίθη βασιλεὺς καὶ εἶπεν Βαλτασαρ τὸ ἐνύπνιον καὶ σύγκρισις μὴ κατασπευσάτω σε καὶ ἀπεκρίθη Βαλτασαρ καὶ εἶπεν κύριε τὸ ἐνύπνιον τοῖς μισοῦσίν σε καὶ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου
Dan 4:20τὸ δένδρον εἶδες τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν
Dan 4:21καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ
Dan 4:22σὺ εἶ βασιλεῦ ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας καὶ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ κυριεία σου εἰς τὰ πέρατα τῆς γῆς
Dan 4:23καὶ ὅτι εἶδεν βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ καὶ εἶπεν ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῇ καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται καὶ μετὰ θηρίων ἀγρίων μερὶς αὐτοῦ ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ᾽ αὐτόν
Dan 4:24τοῦτο σύγκρισις αὐτοῦ βασιλεῦ καὶ σύγκριμα ὑψίστου ἐστίν ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα
Dan 4:25καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων καὶ μετὰ θηρίων ἀγρίων ἔσται κατοικία σου καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὗ γνῷς ὅτι κυριεύει ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ἂν δόξῃ δώσει αὐτήν
Dan 4:26καὶ ὅτι εἶπαν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου βασιλεία σού σοι μενεῖ ἀφ᾽ ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον
Dan 4:27διὰ τοῦτο βασιλεῦ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων ἴσως ἔσται μακρόθυμος τοῖς παραπτώμασίν σου θεός
Dan 4:28ταῦτα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονοσορ τὸν βασιλέα
Dan 4:29μετὰ δωδεκάμηνον ἐπὶ τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι περιπατῶν
Dan 4:30ἀπεκρίθη βασιλεὺς καὶ εἶπεν οὐχ αὕτη ἐστὶν Βαβυλὼν μεγάλη ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου
Dan 4:31ἔτι τοῦ λόγου ἐν στόματι τοῦ βασιλέως ὄντος φωνὴ ἀπ᾽ οὐρανοῦ ἐγένετο σοὶ λέγουσιν Ναβουχοδονοσορ βασιλεῦ βασιλεία παρῆλθεν ἀπὸ σοῦ
Dan 4:32καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσιν καὶ μετὰ θηρίων ἀγρίων κατοικία σου καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὗ γνῷς ὅτι κυριεύει ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ἐὰν δόξῃ δώσει αὐτήν
Dan 4:33αὐτῇ τῇ ὥρᾳ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονοσορ καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιεν καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων
Dan 4:34καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονοσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον καὶ αἱ φρένες μου ἐπ᾽ ἐμὲ ἐπεστράφησαν καὶ τῷ ὑψίστῳ εὐλόγησα καὶ τῷ ζῶντι εἰς τὸν αἰῶνα ᾔνεσα καὶ ἐδόξασα ὅτι ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν
Dan 4:35καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ τί ἐποίησας
Dan 4:36αὐτῷ τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπ᾽ ἐμέ καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον καὶ μορφή μου ἐπέστρεψεν ἐπ᾽ ἐμέ καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι
Dan 4:37νῦν οὖν ἐγὼ Ναβουχοδονοσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Daniel Chapter 4 — Additional Translations: