Previous Chapter Full Page Full Page Next Chapter

Δανιήλ (Daniel) 3 :: Septuagint (LXX)

Dan 3:1ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν ὕψος αὐτῆς πήχεων ἑξήκοντα εὖρος αὐτῆς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεϊρα ἐν χώρᾳ Βαβυλῶνος
Dan 3:2καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ᾽ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ βασιλεύς
Dan 3:3καὶ συνήχθησαν οἱ τοπάρχαι ὕπατοι στρατηγοί ἡγούμενοι τύραννοι μεγάλοι οἱ ἐπ᾽ ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ βασιλεύς καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ
Dan 3:4καὶ κῆρυξ ἐβόα ἐν ἰσχύι ὑμῖν λέγεται λαοί φυλαί γλῶσσαι
Dan 3:5 ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ ἔστησεν Ναβουχοδονοσορ βασιλεύς
Dan 3:6καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην
Dan 3:7καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πίπτοντες πάντες οἱ λαοί φυλαί γλῶσσαι προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ἔστησεν Ναβουχοδονοσορ βασιλεύς
Dan 3:8τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς Ιουδαίους
Dan 3:9τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι
Dan 3:10σύ βασιλεῦ ἔθηκας δόγμα πάντα ἄνθρωπον ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν
Dan 3:11καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην
Dan 3:12εἰσὶν ἄνδρες Ιουδαῖοι οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος Σεδραχ Μισαχ Αβδεναγω οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν βασιλεῦ τῷ δόγματί σου τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἔστησας οὐ προσκυνοῦσιν
Dan 3:13τότε Ναβουχοδονοσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως
Dan 3:14καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν αὐτοῖς εἰ ἀληθῶς Σεδραχ Μισαχ Αβδεναγω τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἔστησα οὐ προσκυνεῖτε
Dan 3:15νῦν οὖν εἰ ἔχετε ἑτοίμως ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πεσόντες προσκυνήσητε τῇ εἰκόνι ἐποίησα ἐὰν δὲ μὴ προσκυνήσητε αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ τίς ἐστιν θεός ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου
Dan 3:16καὶ ἀπεκρίθησαν Σεδραχ Μισαχ Αβδεναγω λέγοντες τῷ βασιλεῖ Ναβουχοδονοσορ οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι
Dan 3:17ἔστιν γὰρ θεός ἡμεῖς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς
Dan 3:18καὶ ἐὰν μή γνωστὸν ἔστω σοι βασιλεῦ ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἔστησας οὐ προσκυνοῦμεν
Dan 3:19τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ καὶ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως ἕως οὗ εἰς τέλος ἐκκαῇ
Dan 3:20καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην
Dan 3:21τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐνδύμασιν αὐτῶν καὶ ἐβλήθησαν εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης
Dan 3:22ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυεν καὶ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ
Dan 3:23καὶ οἱ τρεῖς οὗτοι Σεδραχ Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι (LXX 3:24) καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον
Dan 3:24(LXX 3:91) καὶ Ναβουχοδονοσορ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους καὶ εἶπαν τῷ βασιλεῖ ἀληθῶς βασιλεῦ
Dan 3:25(LXX 3:92) καὶ εἶπεν βασιλεύς ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς καὶ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ
Dan 3:26(LXX 3:93) τότε προσῆλθεν Ναβουχοδονοσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδραχ Μισαχ Αβδεναγω οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου ἐξέλθετε καὶ δεῦτε καὶ ἐξῆλθον Σεδραχ Μισαχ Αβδεναγω ἐκ μέσου τοῦ πυρός
Dan 3:27(LXX 3:94) καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς
Dan 3:28(LXX 3:95) καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν εὐλογητὸς θεὸς τοῦ Σεδραχ Μισαχ Αβδεναγω ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ ὅτι ἐπεποίθεισαν ἐπ᾽ αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ ὅπως μὴ λατρεύσωσιν μηδὲ προσκυνήσωσιν παντὶ θεῷ ἀλλ᾽ τῷ θεῷ αὐτῶν
Dan 3:29(LXX 3:96) καὶ ἐγὼ ἐκτίθεμαι δόγμα πᾶς λαός φυλή γλῶσσα ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδραχ Μισαχ Αβδεναγω εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως
Dan 3:30(LXX 3:97) τότε βασιλεὺς κατεύθυνεν τὸν Σεδραχ Μισαχ Αβδεναγω ἐν τῇ χώρᾳ Βαβυλῶνος καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ιουδαίων τῶν ὄντων ἐν τῇ βασιλείᾳ αὐτοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Daniel Chapter 3 — Additional Translations: