Previous Chapter Full Page Full Page Next Chapter

Δανιήλ (Daniel) 12 :: Septuagint (LXX)

Dan 12:1καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαηλ ἄρχων μέγας ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ ἔσται καιρὸς θλίψεως θλῖψις οἵα οὐ γέγονεν ἀφ᾽ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς ἕως τοῦ καιροῦ ἐκείνου καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται λαός σου πᾶς εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ
Dan 12:2καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον
Dan 12:3καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς λαμπρότης τοῦ στερεώματος καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι
Dan 12:4καὶ σύ Δανιηλ ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας ἕως διδαχθῶσιν πολλοὶ καὶ πληθυνθῇ γνῶσις
Dan 12:5καὶ εἶδον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ καὶ εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ
Dan 12:6καὶ εἶπεν τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὰ βαδδιν ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων
Dan 12:7καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὰ βαδδιν ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ὕψωσεν τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τῷ ζῶντι τὸν αἰῶνα ὅτι εἰς καιρὸν καιρῶν καὶ ἥμισυ καιροῦ ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν χειρὸς λαοῦ ἡγιασμένου γνώσονται πάντα ταῦτα
Dan 12:8καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα καὶ εἶπα κύριε τί τὰ ἔσχατα τούτων
Dan 12:9καὶ εἶπεν δεῦρο Δανιηλ ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι ἕως καιροῦ πέρας
Dan 12:10ἐκλεγῶσιν καὶ ἐκλευκανθῶσιν καὶ πυρωθῶσιν πολλοί καὶ ἀνομήσωσιν ἄνομοι καὶ οὐ συνήσουσιν πάντες ἄνομοι καὶ οἱ νοήμονες συνήσουσιν
Dan 12:11καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ τοῦ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα
Dan 12:12μακάριος ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε
Dan 12:13καὶ σὺ δεῦρο καὶ ἀναπαύου ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου εἰς συντέλειαν ἡμερῶν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Daniel Chapter 12 — Additional Translations: