Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Σαμουήλ (2 Samuel) 8 :: Septuagint (LXX)

2Sa 8:1καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων
2Sa 8:2καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια
2Sa 8:3καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην
2Sa 8:4καὶ προκατελάβετο Δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα
2Sa 8:5καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Αδρααζαρ βασιλεῖ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν
2Sa 8:6καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἐγένετο Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
2Sa 8:7καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Αδρααζαρ βασιλέως Σουβα καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱοῦ Σολομῶντος
2Sa 8:8καὶ ἐκ τῆς Μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Αδρααζαρ ἔλαβεν βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐν αὐτῷ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη
2Sa 8:9καὶ ἤκουσεν Θοου βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ πᾶσαν τὴν δύναμιν Αδρααζαρ
2Sa 8:10καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἦν τῷ Αδρααζαρ καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ
2Sa 8:11καὶ ταῦτα ἡγίασεν βασιλεὺς Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν
2Sa 8:12ἐκ τῆς Ιδουμαίας καὶ ἐκ τῆς γῆς Μωαβ καὶ ἐκ τῶν υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τῶν σκύλων Αδρααζαρ υἱοῦ Ρααβ βασιλέως Σουβα
2Sa 8:13καὶ ἐποίησεν Δαυιδ ὄνομα καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας
2Sa 8:14καὶ ἔθετο ἐν τῇ Ιδουμαίᾳ φρουράν ἐν πάσῃ τῇ Ιδουμαίᾳ καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο
2Sa 8:15καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ
2Sa 8:16καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τῆς στρατιᾶς καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τῶν ὑπομνημάτων
2Sa 8:17καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Ασα γραμματεύς
2Sa 8:18καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος καὶ Χελεθθι καὶ Φελεττι καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἦσαν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

2 Samuel Chapter 8 — Additional Translations: