Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Σαμουήλ (2 Samuel) 23 :: Septuagint (LXX)

2Sa 23:1καὶ οὗτοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι πιστὸς Δαυιδ υἱὸς Ιεσσαι καὶ πιστὸς ἀνήρ ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ Ιακωβ καὶ εὐπρεπεῖς ψαλμοὶ Ισραηλ
2Sa 23:2πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί καὶ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου
2Sa 23:3λέγει θεὸς Ισραηλ ἐμοὶ ἐλάλησεν φύλαξ Ισραηλ παραβολὴν εἰπόν ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον θεοῦ
2Sa 23:4καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος τὸ πρωὶ οὐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς
2Sa 23:5οὐ γὰρ οὕτως οἶκός μου μετὰ ἰσχυροῦ διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα ὅτι οὐ μὴ βλαστήσῃ παράνομος
2Sa 23:6ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί ὅτι οὐ χειρὶ λημφθήσονται
2Sa 23:7καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν
2Sa 23:8ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ Ιεβοσθε Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν Αδινων Ασωναῖος οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ
2Sa 23:9καὶ μετ᾽ αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ
2Sa 23:10αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἕως οὗ ἐκοπίασεν χεὶρ αὐτοῦ καὶ προσεκολλήθη χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν
2Sa 23:11καὶ μετ᾽ αὐτὸν Σαμαια υἱὸς Ασα Αρουχαῖος καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ καὶ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων
2Sa 23:12καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην
2Sa 23:13καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαϊμ
2Sa 23:14καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ
2Sa 23:15καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ
2Sa 23:16καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
2Sa 23:17καὶ εἶπεν ἵλεώς μοι κύριε τοῦ ποιῆσαι τοῦτο εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί
2Sa 23:18καὶ Αβεσσα ἀδελφὸς Ιωαβ υἱὸς Σαρουιας αὐτὸς ἄρχων ἐν τοῖς τρισίν καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν
2Sa 23:19ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν
2Sa 23:20καὶ Βαναιας υἱὸς Ιωδαε ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Αριηλ τοῦ Μωαβ καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος
2Sa 23:21αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατόν ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ
2Sa 23:22ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς
2Sa 23:23ἐκ τῶν τριῶν ἔνδοξος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ
2Sa 23:24καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ βασιλέως Ασαηλ ἀδελφὸς Ιωαβ οὗτος ἐν τοῖς τριάκοντα Ελεαναν υἱὸς Δουδι πατραδέλφου αὐτοῦ ἐν Βαιθλεεμ
2Sa 23:25Σαμαι Αρουδαῖος Ελικα Αρωδαῖος
2Sa 23:26Ελλης Φελωθι Ιρας υἱὸς Εκκας Θεκωίτης
2Sa 23:27Αβιεζερ Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ασωθίτου
2Sa 23:28Σελμων Αωίτης Μοορε Νετωφαθίτης
2Sa 23:29Ελα υἱὸς Βαανα Νετωφαθίτης Εθθι υἱὸς Ριβα ἐκ Γαβαεθ υἱὸς Βενιαμιν
2Sa 23:30Βαναιας Φαραθωνίτης Ουρι ἐκ Ναχαλιγαιας
2Sa 23:31Αβιηλ υἱὸς τοῦ Αραβωθίτου Αζμωθ Βαρσαμίτης
2Sa 23:32Ελιασου Σαλαβωνίτης υἱοὶ Ιασαν Ιωναθαν
2Sa 23:33Σαμμα Αρωδίτης Αχιαν υἱὸς Σαραδ Αραουρίτης
2Sa 23:34Αλιφαλεθ υἱὸς τοῦ Ασβίτου υἱὸς τοῦ Μααχατι Ελιαβ υἱὸς Αχιτοφελ τοῦ Γελωνίτου
2Sa 23:35Ασαραι Καρμήλιος Φαραϊ Ερχι
2Sa 23:36Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως υἱὸς Γαδδι
2Sa 23:37Ελιε Αμμανίτης Γελωραι Βηρωθαῖος αἴρων τὰ σκεύη Ιωαβ υἱοῦ Σαρουιας
2Sa 23:38Ιρας Ιεθιραῖος Γαρηβ Ιεθιραῖος
2Sa 23:39Ουριας Χετταῖος πάντες τριάκοντα καὶ ἑπτά
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

2 Samuel Chapter 23 — Additional Translations: