Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Σαμουήλ (2 Samuel) 20 :: Septuagint (LXX)

2Sa 20:1καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σαβεε υἱὸς Βοχορι ἀνὴρ Ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου Ισραηλ
2Sa 20:2καὶ ἀνέβη πᾶς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱοῦ Βοχορι καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ιορδάνου καὶ ἕως Ιερουσαλημ
2Sa 20:3καὶ εἰσῆλθεν Δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ιερουσαλημ καὶ ἔλαβεν βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι
2Sa 20:4καὶ εἶπεν βασιλεὺς πρὸς Αμεσσαϊ βόησόν μοι τὸν ἄνδρα Ιουδα τρεῖς ἡμέρας σὺ δὲ αὐτοῦ στῆθι
2Sa 20:5καὶ ἐπορεύθη Αμεσσαϊ τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ Δαυιδ
2Sa 20:6καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν
2Sa 20:7καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ Χερεθθι καὶ Φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι
2Sa 20:8καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαων καὶ Αμεσσαϊ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ᾽ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς καὶ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν
2Sa 20:9καὶ εἶπεν Ιωαβ τῷ Αμεσσαϊ εἰ ὑγιαίνεις σύ ἀδελφέ καὶ ἐκράτησεν χεὶρ δεξιὰ Ιωαβ τοῦ πώγωνος Αμεσσαϊ τοῦ καταφιλῆσαι αὐτόν
2Sa 20:10καὶ Αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη κοιλία αὐτοῦ εἰς τὴν γῆν καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ καὶ ἀπέθανεν καὶ Ιωαβ καὶ Αβεσσα ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι
2Sa 20:11καὶ ἀνὴρ ἔστη ἐπ᾽ αὐτὸν τῶν παιδαρίων Ιωαβ καὶ εἶπεν τίς βουλόμενος Ιωαβ καὶ τίς τοῦ Δαυιδ ὀπίσω Ιωαβ
2Sa 20:12καὶ Αμεσσαϊ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου καὶ εἶδεν ἀνὴρ ὅτι εἱστήκει πᾶς λαός καὶ ἀπέστρεψεν τὸν Αμεσσαϊ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ᾽ αὐτὸν ἱμάτιον καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ᾽ αὐτὸν ἑστηκότα
2Sa 20:13ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου παρῆλθεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι
2Sa 20:14καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιθμαχα καὶ πάντες ἐν Χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ
2Sa 20:15καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ᾽ αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι καὶ πᾶς λαὸς μετὰ Ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος
2Sa 20:16καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς Ιωαβ ἔγγισον ἕως ὧδε καὶ λαλήσω πρὸς αὐτόν
2Sa 20:17καὶ προσήγγισεν πρὸς αὐτήν καὶ εἶπεν γυνή εἰ σὺ εἶ Ιωαβ δὲ εἶπεν ἐγώ εἶπεν δὲ αὐτῷ ἄκουσον τοὺς λόγους τῆς δούλης σου καὶ εἶπεν Ιωαβ ἀκούω ἐγώ εἰμι
2Sa 20:18καὶ εἶπεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τῇ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἔθεντο οἱ πιστοὶ τοῦ Ισραηλ ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον
2Sa 20:19ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ισραηλ σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ισραηλ ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου
2Sa 20:20καὶ ἀπεκρίθη Ιωαβ καὶ εἶπεν ἵλεώς μοι ἵλεώς μοι εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ
2Sa 20:21οὐχ οὗτος λόγος ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν γυνὴ πρὸς Ιωαβ ἰδοὺ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους
2Sa 20:22καὶ εἰσῆλθεν γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα
2Sa 20:23καὶ Ιωαβ πρὸς πάσῃ τῇ δυνάμει Ισραηλ καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ Χερεθθι καὶ ἐπὶ τοῦ Φελεθθι
2Sa 20:24καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου καὶ Ιωσαφατ υἱὸς Αχιλουθ ἀναμιμνῄσκων
2Sa 20:25καὶ Σουσα γραμματεύς καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς
2Sa 20:26καί γε Ιρας Ιαριν ἦν ἱερεὺς τοῦ Δαυιδ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

2 Samuel Chapter 20 — Additional Translations: