Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Σαμουήλ (2 Samuel) 13 :: Septuagint (LXX)

2Sa 13:1καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Αβεσσαλωμ υἱῷ Δαυιδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα καὶ ὄνομα αὐτῇ Θημαρ καὶ ἠγάπησεν αὐτὴν Αμνων υἱὸς Δαυιδ
2Sa 13:2καὶ ἐθλίβετο Αμνων ὥστε ἀρρωστεῖν διὰ Θημαρ τὴν ἀδελφὴν αὐτοῦ ὅτι παρθένος ἦν αὐτή καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Αμνων τοῦ ποιῆσαί τι αὐτῇ
2Sa 13:3καὶ ἦν τῷ Αμνων ἑταῖρος καὶ ὄνομα αὐτῷ Ιωναδαβ υἱὸς Σαμαα τοῦ ἀδελφοῦ Δαυιδ καὶ Ιωναδαβ ἀνὴρ σοφὸς σφόδρα
2Sa 13:4καὶ εἶπεν αὐτῷ τί σοι ὅτι σὺ οὕτως ἀσθενής υἱὲ τοῦ βασιλέως τὸ πρωὶ πρωί οὐκ ἀπαγγελεῖς μοι καὶ εἶπεν αὐτῷ Αμνων Θημαρ τὴν ἀδελφὴν Αβεσσαλωμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ
2Sa 13:5καὶ εἶπεν αὐτῷ Ιωναδαβ κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι καὶ εἰσελεύσεται πατήρ σου τοῦ ἰδεῖν σε καὶ ἐρεῖς πρὸς αὐτόν ἐλθέτω δὴ Θημαρ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ᾽ ὀφθαλμούς μου βρῶμα ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς
2Sa 13:6καὶ ἐκοιμήθη Αμνων καὶ ἠρρώστησεν καὶ εἰσῆλθεν βασιλεὺς ἰδεῖν αὐτόν καὶ εἶπεν Αμνων πρὸς τὸν βασιλέα ἐλθέτω δὴ Θημαρ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς
2Sa 13:7καὶ ἀπέστειλεν Δαυιδ πρὸς Θημαρ εἰς τὸν οἶκον λέγων πορεύθητι δὴ εἰς τὸν οἶκον Αμνων τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα
2Sa 13:8καὶ ἐπορεύθη Θημαρ εἰς τὸν οἶκον Αμνων ἀδελφοῦ αὐτῆς καὶ αὐτὸς κοιμώμενος καὶ ἔλαβεν τὸ σταῖς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ᾽ ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησεν τὰς κολλυρίδας
2Sa 13:9καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ καὶ οὐκ ἠθέλησεν φαγεῖν καὶ εἶπεν Αμνων ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ
2Sa 13:10καὶ εἶπεν Αμνων πρὸς Θημαρ εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμίειον καὶ φάγομαι ἐκ τῆς χειρός σου καὶ ἔλαβεν Θημαρ τὰς κολλυρίδας ἃς ἐποίησεν καὶ εἰσήνεγκεν τῷ Αμνων ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα
2Sa 13:11καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ δεῦρο κοιμήθητι μετ᾽ ἐμοῦ ἀδελφή μου
2Sa 13:12καὶ εἶπεν αὐτῷ μή ἄδελφέ μου μὴ ταπεινώσῃς με διότι οὐ ποιηθήσεται οὕτως ἐν Ισραηλ μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην
2Sa 13:13καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ισραηλ καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ
2Sa 13:14καὶ οὐκ ἠθέλησεν Αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς
2Sa 13:15καὶ ἐμίσησεν αὐτὴν Αμνων μῖσος μέγα σφόδρα ὅτι μέγα τὸ μῖσος ἐμίσησεν αὐτήν ὑπὲρ τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτήν καὶ εἶπεν αὐτῇ Αμνων ἀνάστηθι καὶ πορεύου
2Sa 13:16καὶ εἶπεν αὐτῷ Θημαρ μή ἄδελφε ὅτι μεγάλη κακία ἐσχάτη ὑπὲρ τὴν πρώτην ἣν ἐποίησας μετ᾽ ἐμοῦ τοῦ ἐξαποστεῖλαί με καὶ οὐκ ἠθέλησεν Αμνων ἀκοῦσαι τῆς φωνῆς αὐτῆς
2Sa 13:17καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ ἐξαποστείλατε δὴ ταύτην ἀπ᾽ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς
2Sa 13:18καὶ ἐπ᾽ αὐτῆς ἦν χιτὼν καρπωτός ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν καὶ ἐξήγαγεν αὐτὴν λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτῆς
2Sa 13:19καὶ ἔλαβεν Θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ᾽ αὐτῆς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα
2Sa 13:20καὶ εἶπεν πρὸς αὐτὴν Αβεσσαλωμ ἀδελφὸς αὐτῆς μὴ Αμνων ἀδελφός σου ἐγένετο μετὰ σοῦ καὶ νῦν ἀδελφή μου κώφευσον ὅτι ἀδελφός σού ἐστιν μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι εἰς τὸ ῥῆμα τοῦτο καὶ ἐκάθισεν Θημαρ χηρεύουσα ἐν οἴκῳ Αβεσσαλωμ τοῦ ἀδελφοῦ αὐτῆς
2Sa 13:21καὶ ἤκουσεν βασιλεὺς Δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα Αμνων τοῦ υἱοῦ αὐτοῦ ὅτι ἠγάπα αὐτόν ὅτι πρωτότοκος αὐτοῦ ἦν
2Sa 13:22καὶ οὐκ ἐλάλησεν Αβεσσαλωμ μετὰ Αμνων ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ ὅτι ἐμίσει Αβεσσαλωμ τὸν Αμνων ἐπὶ λόγου οὗ ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτοῦ
2Sa 13:23καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Αβεσσαλωμ ἐν Βελασωρ τῇ ἐχόμενα Εφραιμ καὶ ἐκάλεσεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως
2Sa 13:24καὶ ἦλθεν Αβεσσαλωμ πρὸς τὸν βασιλέα καὶ εἶπεν ἰδοὺ δὴ κείρουσιν τῷ δούλῳ σου πορευθήτω δὴ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου
2Sa 13:25καὶ εἶπεν βασιλεὺς πρὸς Αβεσσαλωμ μὴ δή υἱέ μου μὴ πορευθῶμεν πάντες ἡμεῖς καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ καὶ ἐβιάσατο αὐτόν καὶ οὐκ ἠθέλησεν τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν
2Sa 13:26καὶ εἶπεν Αβεσσαλωμ καὶ εἰ μή πορευθήτω δὴ μεθ᾽ ἡμῶν Αμνων ἀδελφός μου καὶ εἶπεν αὐτῷ βασιλεύς ἵνα τί πορευθῇ μετὰ σοῦ
2Sa 13:27καὶ ἐβιάσατο αὐτὸν Αβεσσαλωμ καὶ ἀπέστειλεν μετ᾽ αὐτοῦ τὸν Αμνων καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἐποίησεν Αβεσσαλωμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως
2Sa 13:28καὶ ἐνετείλατο Αβεσσαλωμ τοῖς παιδαρίοις αὐτοῦ λέγων ἴδετε ὡς ἂν ἀγαθυνθῇ καρδία Αμνων ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς πατάξατε τὸν Αμνων καὶ θανατώσατε αὐτόν μὴ φοβηθῆτε ὅτι οὐχὶ ἐγώ εἰμι ἐντέλλομαι ὑμῖν ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως
2Sa 13:29καὶ ἐποίησαν τὰ παιδάρια Αβεσσαλωμ τῷ Αμνων καθὰ ἐνετείλατο αὐτοῖς Αβεσσαλωμ καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν
2Sa 13:30καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῇ ὁδῷ καὶ ἀκοὴ ἦλθεν πρὸς Δαυιδ λέγων ἐπάταξεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς
2Sa 13:31καὶ ἀνέστη βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν
2Sa 13:32καὶ ἀπεκρίθη Ιωναδαβ υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ καὶ εἶπεν μὴ εἰπάτω κύριός μου βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν ὅτι Αμνων μονώτατος ἀπέθανεν ὅτι ἐπὶ στόματος Αβεσσαλωμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας ἧς ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτοῦ
2Sa 13:33καὶ νῦν μὴ θέσθω κύριός μου βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν ὅτι ἀλλ᾽ Αμνων μονώτατος ἀπέθανεν
2Sa 13:34καὶ ἀπέδρα Αβεσσαλωμ καὶ ἦρεν τὸ παιδάριον σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει καὶ παρεγένετο σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ωρωνην ἐκ μέρους τοῦ ὄρους
2Sa 13:35καὶ εἶπεν Ιωναδαβ πρὸς τὸν βασιλέα ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισιν κατὰ τὸν λόγον τοῦ δούλου σου οὕτως ἐγένετο
2Sa 13:36καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν καί γε βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα
2Sa 13:37καὶ Αβεσσαλωμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς Θολμαι υἱὸν Εμιουδ βασιλέα Γεδσουρ εἰς γῆν Μαχαδ καὶ ἐπένθησεν βασιλεὺς Δαυιδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας
2Sa 13:38καὶ Αβεσσαλωμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσουρ καὶ ἦν ἐκεῖ ἔτη τρία
2Sa 13:39καὶ ἐκόπασεν τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω Αβεσσαλωμ ὅτι παρεκλήθη ἐπὶ Αμνων ὅτι ἀπέθανεν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

2 Samuel Chapter 13 — Additional Translations: