Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Βασιλέων (2 Kings) 11 :: Septuagint (LXX)

2Ki 11:1καὶ Γοθολια μήτηρ Οχοζιου εἶδεν ὅτι ἀπέθανον οἱ υἱοὶ αὐτῆς καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας
2Ki 11:2καὶ ἔλαβεν Ιωσαβεε θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἐθανατώθη
2Ki 11:3καὶ ἦν μετ᾽ αὐτῆς ἐν οἴκῳ κυρίου κρυβόμενος ἓξ ἔτη καὶ Γοθολια βασιλεύουσα ἐπὶ τῆς γῆς
2Ki 11:4καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ιωδαε ἱερεὺς καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην κυρίου καὶ ὥρκισεν αὐτοὺς ἐνώπιον κυρίου καὶ ἔδειξεν αὐτοῖς Ιωδαε τὸν υἱὸν τοῦ βασιλέως
2Ki 11:5καὶ ἐνετείλατο αὐτοῖς λέγων οὗτος λόγος ὃν ποιήσετε τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξετε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι
2Ki 11:6καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων καὶ φυλάξετε τὴν φυλακὴν τοῦ οἴκου
2Ki 11:7καὶ δύο χεῖρες ἐν ὑμῖν πᾶς ἐκπορευόμενος τὸ σάββατον καὶ φυλάξουσιν τὴν φυλακὴν οἴκου κυρίου πρὸς τὸν βασιλέα
2Ki 11:8καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ καὶ εἰσπορευόμενος εἰς τὰ σαδηρωθ ἀποθανεῖται καὶ ἐγένετο μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν
2Ki 11:9καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ιωδαε συνετός καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθεν πρὸς Ιωδαε τὸν ἱερέα
2Ki 11:10καὶ ἔδωκεν ἱερεὺς τοῖς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυιδ τοὺς ἐν οἴκῳ κυρίου
2Ki 11:11καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ
2Ki 11:12καὶ ἐξαπέστειλεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾽ αὐτὸν τὸ νεζερ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν ζήτω βασιλεύς
2Ki 11:13καὶ ἤκουσεν Γοθολια τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθεν πρὸς τὸν λαὸν εἰς οἶκον κυρίου
2Ki 11:14καὶ εἶδεν καὶ ἰδοὺ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα καὶ πᾶς λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν καὶ διέρρηξεν Γοθολια τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησεν σύνδεσμος σύνδεσμος
2Ki 11:15καὶ ἐνετείλατο Ιωδαε ἱερεὺς τοῖς ἑκατοντάρχαις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπεν πρὸς αὐτούς ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρωθ καὶ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ῥομφαίᾳ ὅτι εἶπεν ἱερεύς καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ κυρίου
2Ki 11:16καὶ ἐπέθηκαν αὐτῇ χεῖρας καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ
2Ki 11:17καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ
2Ki 11:18καὶ εἰσῆλθεν πᾶς λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Ματθαν τὸν ἱερέα τοῦ Βααλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων καὶ ἔθηκεν ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον κυρίου
2Ki 11:19καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου κυρίου καὶ εἰσῆλθεν ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως καὶ ἐκάθισαν αὐτὸν ἐπὶ τοῦ θρόνου τῶν βασιλέων
2Ki 11:20καὶ ἐχάρη πᾶς λαὸς τῆς γῆς καὶ πόλις ἡσύχασεν καὶ τὴν Γοθολιαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως
2Ki 11:21(LXX 12:1) υἱὸς ἐτῶν ἑπτὰ Ιωας ἐν τῷ βασιλεύειν αὐτόν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

2 Kings Chapter 11 — Additional Translations: