Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Παραλειπομένων (2 Chronicles) 10 :: Septuagint (LXX)

2Ch 10:1καὶ ἦλθεν Ροβοαμ εἰς Συχεμ ὅτι εἰς Συχεμ ἤρχετο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν
2Ch 10:2καὶ ἐγένετο ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτὸς ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμων τοῦ βασιλέως καὶ κατῴκησεν Ιεροβοαμ ἐν Αἰγύπτῳ καὶ ἀπέστρεψεν Ιεροβοαμ ἐξ Αἰγύπτου
2Ch 10:3καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν καὶ ἦλθεν Ιεροβοαμ καὶ πᾶσα ἐκκλησία Ισραηλ πρὸς Ροβοαμ λέγοντες
2Ch 10:4 πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος οὗ ἔδωκεν ἐφ᾽ ἡμᾶς καὶ δουλεύσομέν σοι
2Ch 10:5καὶ εἶπεν αὐτοῖς πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με καὶ ἀπῆλθεν λαός
2Ch 10:6καὶ συνήγαγεν βασιλεὺς Ροβοαμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον
2Ch 10:7καὶ ἐλάλησαν αὐτῷ λέγοντες ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας
2Ch 10:8καὶ κατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων οἳ συνεβουλεύσαντο αὐτῷ καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ᾽ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ
2Ch 10:9καὶ εἶπεν αὐτοῖς τί ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ οἳ ἐλάλησαν πρός με λέγοντες ἄνες ἀπὸ τοῦ ζυγοῦ οὗ ἔδωκεν πατήρ σου ἐφ᾽ ἡμᾶς
2Ch 10:10καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾽ αὐτοῦ οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ λέγων πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφ᾽ ἡμῶν οὕτως ἐρεῖς μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου
2Ch 10:11καὶ νῦν πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμῶν πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις
2Ch 10:12καὶ ἦλθεν Ιεροβοαμ καὶ πᾶς λαὸς πρὸς Ροβοαμ τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐλάλησεν βασιλεὺς λέγων ἐπιστρέψατε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ
2Ch 10:13καὶ ἀπεκρίθη βασιλεὺς σκληρά καὶ ἐγκατέλιπεν βασιλεὺς Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων
2Ch 10:14καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ᾽ αὐτόν πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις
2Ch 10:15καὶ οὐκ ἤκουσεν βασιλεὺς τοῦ λαοῦ ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ θεοῦ λέγων ἀνέστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ
2Ch 10:16καὶ παντὸς Ισραηλ ὅτι οὐκ ἤκουσεν βασιλεὺς αὐτῶν καὶ ἀπεκρίθη λαὸς πρὸς τὸν βασιλέα λέγων τίς ἡμῖν μερὶς ἐν Δαυιδ καὶ κληρονομία ἐν υἱῷ Ιεσσαι εἰς τὰ σκηνώματά σου Ισραηλ νῦν βλέπε τὸν οἶκόν σου Δαυιδ καὶ ἐπορεύθη πᾶς Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ
2Ch 10:17καὶ ἄνδρες Ισραηλ οἱ κατοικοῦντες ἐν πόλεσιν Ιουδα καὶ ἐβασίλευσεν ἐπ᾽ αὐτῶν Ροβοαμ
2Ch 10:18καὶ ἀπέστειλεν βασιλεὺς Ροβοαμ τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ισραηλ λίθοις καὶ ἀπέθανεν καὶ βασιλεὺς Ροβοαμ ἔσπευσεν τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς Ιερουσαλημ
2Ch 10:19καὶ ἠθέτησεν Ισραηλ ἐν τῷ οἴκῳ Δαυιδ ἕως τῆς ἡμέρας ταύτης
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

2 Chronicles Chapter 10 — Additional Translations: