Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Σαμουήλ (1 Samuel) 24 :: Septuagint (LXX)

1Sa 24:1(LXX 24:2) καὶ ἐγενήθη ὡς ἀνέστρεψεν Σαουλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων καὶ ἀπηγγέλη αὐτῷ λεγόντων ὅτι Δαυιδ ἐν τῇ ἐρήμῳ Εγγαδδι
1Sa 24:2(LXX 24:3) καὶ ἔλαβεν μεθ᾽ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ισραηλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιεμ
1Sa 24:3(LXX 24:4) καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ καὶ ἦν ἐκεῖ σπήλαιον καὶ Σαουλ εἰσῆλθεν παρασκευάσασθαι καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο
1Sa 24:4(LXX 24:5) καὶ εἶπον οἱ ἄνδρες Δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡμέρα αὕτη ἣν εἶπεν κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ ἀνέστη Δαυιδ καὶ ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοΐδος τῆς Σαουλ λαθραίως
1Sa 24:5(LXX 24:6) καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ
1Sa 24:6(LXX 24:7) καὶ εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ μηδαμῶς μοι παρὰ κυρίου εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ᾽ αὐτόν ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος
1Sa 24:7(LXX 24:8) καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαουλ καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν
1Sa 24:8(LXX 24:9) καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων κύριε βασιλεῦ καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ
1Sa 24:9(LXX 24:10) καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων ἰδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου
1Sa 24:10(LXX 24:11) ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου ὅτι χριστὸς κυρίου οὗτός ἐστιν
1Sa 24:11(LXX 24:12) καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις καὶ οὐχ ἡμάρτηκα εἰς σέ καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν
1Sa 24:12(LXX 24:13) δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ καὶ χείρ μου οὐκ ἔσται ἐπὶ σοί
1Sa 24:13(LXX 24:14) καθὼς λέγεται παραβολὴ ἀρχαία ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια καὶ χείρ μου οὐκ ἔσται ἐπὶ σέ
1Sa 24:14(LXX 24:15) καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ βασιλεῦ Ισραηλ ὀπίσω τίνος καταδιώκεις σύ ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός
1Sa 24:15(LXX 24:16) γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου
1Sa 24:16(LXX 24:17) καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ καὶ εἶπεν Σαουλ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν
1Sa 24:17(LXX 24:18) καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ δίκαιος σὺ ὑπὲρ ἐμέ ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά
1Sa 24:18(LXX 24:19) καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἐποίησάς μοι ἀγαθά ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με
1Sa 24:19(LXX 24:20) καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαθά καθὼς πεποίηκας σήμερον
1Sa 24:20(LXX 24:21) καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ
1Sa 24:21(LXX 24:22) καὶ νῦν ὄμοσόν μοι ἐν κυρίῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου
1Sa 24:22(LXX 24:23) καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ καὶ ἀπῆλθεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

1 Samuel Chapter 24 — Additional Translations: