Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Σαμουήλ (1 Samuel) 19 :: Septuagint (LXX)

1Sa 19:1καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυιδ καὶ Ιωναθαν υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σφόδρα
1Sa 19:2καὶ ἀπήγγειλεν Ιωναθαν τῷ Δαυιδ λέγων Σαουλ ζητεῖ θανατῶσαί σε φύλαξαι οὖν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβῇ
1Sa 19:3καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι τι ἐὰν καὶ ἀπαγγελῶ σοι
1Sa 19:4καὶ ἐλάλησεν Ιωναθαν περὶ Δαυιδ ἀγαθὰ πρὸς Σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν μὴ ἁμαρτησάτω βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυιδ ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα
1Sa 19:5καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυιδ δωρεάν
1Sa 19:6καὶ ἤκουσεν Σαουλ τῆς φωνῆς Ιωναθαν καὶ ὤμοσεν Σαουλ λέγων ζῇ κύριος εἰ ἀποθανεῖται
1Sa 19:7καὶ ἐκάλεσεν Ιωναθαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα καὶ εἰσήγαγεν Ιωναθαν τὸν Δαυιδ πρὸς Σαουλ καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν
1Sa 19:8καὶ προσέθετο πόλεμος γενέσθαι πρὸς Σαουλ καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ
1Sa 19:9καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαουλ καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ Δαυιδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ
1Sa 19:10καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη
1Sa 19:11καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἶκον Δαυιδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί καὶ ἀπήγγειλεν τῷ Δαυιδ Μελχολ γυνὴ αὐτοῦ λέγουσα ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην αὔριον θανατωθήσῃ
1Sa 19:12καὶ κατάγει Μελχολ τὸν Δαυιδ διὰ τῆς θυρίδος καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σῴζεται
1Sa 19:13καὶ ἔλαβεν Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ
1Sa 19:14καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν
1Sa 19:15καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν
1Sa 19:16καὶ ἔρχονται οἱ ἄγγελοι καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ
1Sa 19:17καὶ εἶπεν Σαουλ τῇ Μελχολ ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη καὶ εἶπεν Μελχολ τῷ Σαουλ αὐτὸς εἶπεν ἐξαπόστειλόν με εἰ δὲ μή θανατώσω σε
1Sa 19:18καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαουλ καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα
1Sa 19:19καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες ἰδοὺ Δαυιδ ἐν Ναυαθ ἐν Ραμα
1Sa 19:20καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν καὶ Σαμουηλ εἱστήκει καθεστηκὼς ἐπ᾽ αὐτῶν καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαουλ πνεῦμα θεοῦ καὶ προφητεύουσιν
1Sa 19:21καὶ ἀπηγγέλη τῷ Σαουλ καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους καὶ ἐπροφήτευσαν καὶ αὐτοί καὶ προσέθετο Σαουλ ἀποστεῖλαι ἀγγέλους τρίτους καὶ ἐπροφήτευσαν καὶ αὐτοί
1Sa 19:22καὶ ἐθυμώθη ὀργῇ Σαουλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαιμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφι καὶ ἠρώτησεν καὶ εἶπεν ποῦ Σαμουηλ καὶ Δαυιδ καὶ εἶπαν ἰδοὺ ἐν Ναυαθ ἐν Ραμα
1Sa 19:23καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυαθ ἐν Ραμα καὶ ἐγενήθη καὶ ἐπ᾽ αὐτῷ πνεῦμα θεοῦ καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυαθ ἐν Ραμα
1Sa 19:24καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα διὰ τοῦτο ἔλεγον εἰ καὶ Σαουλ ἐν προφήταις
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

1 Samuel Chapter 19 — Additional Translations: