Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Παραλειπομένων (1 Chronicles) 8 :: Septuagint (LXX)

1Ch 8:1καὶ Βενιαμιν ἐγέννησεν τὸν Βαλε πρωτότοκον αὐτοῦ καὶ Ασβηλ τὸν δεύτερον Ααρα τὸν τρίτον
1Ch 8:2Νωα τὸν τέταρτον καὶ Ραφη τὸν πέμπτον
1Ch 8:3καὶ ἦσαν υἱοὶ τῷ Βαλε Αδερ καὶ Γηρα καὶ Αβιουδ
1Ch 8:4καὶ Αβισουε καὶ Νοομα καὶ Αχια
1Ch 8:5καὶ Γηρα καὶ Σωφαρφακ καὶ Ωιμ
1Ch 8:6οὗτοι υἱοὶ Αωδ οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Γαβεε καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθι
1Ch 8:7καὶ Νοομα καὶ Αχια καὶ Γηρα οὗτος ιγλααμ καὶ ἐγέννησεν τὸν Ναανα καὶ τὸν Αχιχωδ
1Ch 8:8καὶ Σααρημ ἐγέννησεν ἐν τῷ πεδίῳ Μωαβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ωσιμ καὶ τὴν Βααδα γυναῖκα αὐτοῦ
1Ch 8:9καὶ ἐγέννησεν ἐκ τῆς Αδα γυναικὸς αὐτοῦ τὸν Ιωβαβ καὶ τὸν Σεβια καὶ τὸν Μισα καὶ τὸν Μελχαμ
1Ch 8:10καὶ τὸν Ιαως καὶ τὸν Σαβια καὶ τὸν Μαρμα οὗτοι ἄρχοντες πατριῶν
1Ch 8:11καὶ ἐκ τῆς Ωσιμ ἐγέννησεν τὸν Αβιτωβ καὶ τὸν Αλφααλ
1Ch 8:12καὶ υἱοὶ Αλφααλ Ωβηδ Μεσσααμ Σεμμηρ οὗτος ᾠκοδόμησεν τὴν Ωνω καὶ τὴν Λοδ καὶ τὰς κώμας αὐτῆς
1Ch 8:13καὶ Βεριγα καὶ Σαμα οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν Αιλαμ καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γεθ
1Ch 8:14καὶ ἀδελφὸς αὐτοῦ Σωσηκ καὶ Ιαριμωθ
1Ch 8:15καὶ Ζαβαδια καὶ Ωρηρ καὶ Ωδηδ
1Ch 8:16καὶ Μιχαηλ καὶ Ιεσφα καὶ Ιωχα υἱοὶ Βαριγα
1Ch 8:17καὶ Ζαβαδια καὶ Μοσολλαμ καὶ Αζακι καὶ Αβαρ
1Ch 8:18καὶ Ισαμαρι καὶ Ιεζλια καὶ Ιωβαβ υἱοὶ Ελφααλ
1Ch 8:19καὶ Ιακιμ καὶ Ζεχρι καὶ Ζαβδι
1Ch 8:20καὶ Ελιωηναι καὶ Σαλθι καὶ Ελιηλι
1Ch 8:21καὶ Αδαια καὶ Βαραια καὶ Σαμαραθ υἱοὶ Σαμαϊ
1Ch 8:22καὶ Ισφαν καὶ Ωβηδ καὶ Ελεηλ
1Ch 8:23καὶ Αβαδων καὶ Ζεχρι καὶ Αναν
1Ch 8:24καὶ Ανανια καὶ Αμβρι καὶ Αιλαμ καὶ Αναθωθια
1Ch 8:25καὶ Αθιν καὶ Ιεφερια καὶ Φελιηλ υἱοὶ Σωσηκ
1Ch 8:26καὶ Σαμσαρια καὶ Σααρια καὶ Ογοθολια
1Ch 8:27καὶ Ιαρασια καὶ Ηλια καὶ Ζεχρι υἱοὶ Ιρααμ
1Ch 8:28οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ
1Ch 8:29καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχα
1Ch 8:30καὶ υἱὸς αὐτῆς πρωτότοκος Αβαδων καὶ Σουρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ
1Ch 8:31καὶ Γεδουρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζαχουρ καὶ Μακαλωθ
1Ch 8:32καὶ Μακαλωθ ἐγέννησεν τὸν Σεμαα καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν
1Ch 8:33καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ασαβαλ
1Ch 8:34καὶ υἱοὶ Ιωναθαν Μεριβααλ καὶ Μεριβααλ ἐγέννησεν τὸν Μιχια
1Ch 8:35καὶ υἱοὶ Μιχια Φιθων καὶ Μελχηλ καὶ Θερεε καὶ Αχαζ
1Ch 8:36καὶ Αχαζ ἐγέννησεν τὸν Ιωιαδα καὶ Ιωιαδα ἐγέννησεν τὸν Γαλεμαθ καὶ τὸν Ασμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μαισα
1Ch 8:37καὶ Μαισα ἐγέννησεν τὸν Βαανα Ραφαια υἱὸς αὐτοῦ Ελασα υἱὸς αὐτοῦ Εσηλ υἱὸς αὐτοῦ
1Ch 8:38καὶ τῷ Εσηλ ἓξ υἱοί καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Εζρικαμ πρωτότοκος αὐτοῦ καὶ Ισμαηλ καὶ Σαραια καὶ Αβδια καὶ Αναν πάντες οὗτοι υἱοὶ Εσηλ
1Ch 8:39καὶ υἱοὶ Ασηλ ἀδελφοῦ αὐτοῦ Αιλαμ πρωτότοκος αὐτοῦ καὶ Ιαις δεύτερος Ελιφαλετ τρίτος
1Ch 8:40καὶ ἦσαν υἱοὶ Αιλαμ ἰσχυροὶ ἄνδρες δυνάμει τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν ἑκατὸν πεντήκοντα πάντες οὗτοι ἐξ υἱῶν Βενιαμιν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

1 Chronicles Chapter 8 — Additional Translations: