Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Παραλειπομένων (1 Chronicles) 27 :: Septuagint (LXX)

1Ch 27:1καὶ υἱοὶ Ισραηλ κατ᾽ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες
1Ch 27:2καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Ιεσβοαμ τοῦ Ζαβδιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες
1Ch 27:3ἀπὸ τῶν υἱῶν Φαρες ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου
1Ch 27:4καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδια Εχωχι καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες ἄρχοντες δυνάμεως
1Ch 27:5 τρίτος τὸν μῆνα τὸν τρίτον Βαναιας τοῦ Ιωδαε ἱερεὺς ἄρχων καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
1Ch 27:6αὐτὸς Βαναιας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Αμιζαβαθ υἱὸς αὐτοῦ
1Ch 27:7 τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ασαηλ ἀδελφὸς Ιωαβ καὶ Ζαβδιας υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
1Ch 27:8 πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ἡγούμενος Σαμαωθ Ιεσραε καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες
1Ch 27:9 ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Οδουιας τοῦ Εκκης Θεκωίτης καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
1Ch 27:10 ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλης ἐκ Φαλλους ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
1Ch 27:11 ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαι Ισαθι τῷ Ζαραϊ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
1Ch 27:12 ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Αβιεζερ ἐξ Αναθωθ ἐκ γῆς Βενιαμιν καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
1Ch 27:13 δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρα ἐκ Νετουφατ τῷ Ζαραϊ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
1Ch 27:14 ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναιας ἐκ Φαραθων τῶν υἱῶν Εφραιμ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
1Ch 27:15 δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαι Νετωφατι τῷ Γοθονιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες
1Ch 27:16καὶ ἐπὶ τῶν φυλῶν Ισραηλ τῷ Ρουβην ἡγούμενος Ελιεζερ τοῦ Ζεχρι τῷ Συμεων Σαφατιας τοῦ Μααχα
1Ch 27:17τῷ Λευι Ασαβιας τοῦ Καμουηλ τῷ Ααρων Σαδωκ
1Ch 27:18τῷ Ιουδα Ελιαβ τῶν ἀδελφῶν Δαυιδ τῷ Ισσαχαρ Αμβρι τοῦ Μιχαηλ
1Ch 27:19τῷ Ζαβουλων Σαμαιας τοῦ Αβδιου τῷ Νεφθαλι Ιεριμωθ τοῦ Εσριηλ
1Ch 27:20τῷ Εφραιμ Ωση τοῦ Οζιου τῷ ἡμίσει φυλῆς Μανασση Ιωηλ τοῦ Φαδαια
1Ch 27:21τῷ ἡμίσει φυλῆς Μανασση τῷ ἐν τῇ Γαλααδ Ιαδδαι τοῦ Ζαβδιου τοῖς υἱοῖς Βενιαμιν Ασιηλ τοῦ Αβεννηρ
1Ch 27:22τῷ Δαν Αζαραηλ τοῦ Ιωραμ οὗτοι πατριάρχαι τῶν φυλῶν Ισραηλ
1Ch 27:23καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω ὅτι κύριος εἶπεν πληθῦναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ
1Ch 27:24καὶ Ιωαβ τοῦ Σαρουια ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ καὶ οὐ κατεχωρίσθη ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυιδ
1Ch 27:25καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ασμωθ τοῦ Ωδιηλ καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ιωναθαν τοῦ Οζιου
1Ch 27:26ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Εσδρι τοῦ Χολουβ
1Ch 27:27καὶ ἐπὶ τῶν χωρίων Σεμεϊ ἐκ Ραμα καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι τοῦ Σεφνι
1Ch 27:28καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας Γεδωρίτης ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ιωας
1Ch 27:29καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις Σαρωνίτης καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφατ τοῦ Αδλι
1Ch 27:30ἐπὶ δὲ τῶν καμήλων Ωβιλ Ισμαηλίτης ἐπὶ δὲ τῶν ὄνων Ιαδιας ἐκ Μεραθων
1Ch 27:31καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ Αγαρίτης πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως
1Ch 27:32καὶ Ιωναθαν πατράδελφος Δαυιδ σύμβουλος ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός καὶ Ιιηλ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως
1Ch 27:33καὶ Αχιτοφελ σύμβουλος τοῦ βασιλέως καὶ Χουσι πρῶτος φίλος τοῦ βασιλέως
1Ch 27:34καὶ μετὰ τοῦτον Αχιτοφελ ἐχόμενος Ιωδαε τοῦ Βαναιου καὶ Αβιαθαρ καὶ Ιωαβ ἀρχιστράτηγος τοῦ βασιλέως
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

1 Chronicles Chapter 27 — Additional Translations: