Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Παραλειπομένων (1 Chronicles) 24 :: Septuagint (LXX)

1Ch 24:1καὶ τοῖς υἱοῖς Ααρων διαιρέσεις υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
1Ch 24:2καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων
1Ch 24:3καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν
1Ch 24:4καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ καὶ διεῖλεν αὐτούς τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ᾽ οἴκους πατριῶν
1Ch 24:5καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ
1Ch 24:6καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ
1Ch 24:7καὶ ἐξῆλθεν κλῆρος πρῶτος τῷ Ιαριβ τῷ Ιδεϊα δεύτερος
1Ch 24:8τῷ Χαρημ τρίτος τῷ Σεωριμ τέταρτος
1Ch 24:9τῷ Μελχια πέμπτος τῷ Μιαμιν ἕκτος
1Ch 24:10τῷ Κως ἕβδομος τῷ Αβια ὄγδοος
1Ch 24:11τῷ Ἰησοῦ ἔνατος τῷ Σεχενια δέκατος
1Ch 24:12τῷ Ελιασιβ ἑνδέκατος τῷ Ιακιμ δωδέκατος
1Ch 24:13τῷ Οχχοφφα τρισκαιδέκατος τῷ Ισβααλ τεσσαρεσκαιδέκατος
1Ch 24:14τῷ Βελγα πεντεκαιδέκατος τῷ Εμμηρ ἑκκαιδέκατος
1Ch 24:15τῷ Χηζιρ ἑπτακαιδέκατος τῷ Αφεσση ὀκτωκαιδέκατος
1Ch 24:16τῷ Φεταια ἐννεακαιδέκατος τῷ Εζεκηλ εἰκοστός
1Ch 24:17τῷ Ιαχιν εἷς καὶ εἰκοστός τῷ Γαμουλ δεύτερος καὶ εἰκοστός
1Ch 24:18τῷ Δαλαια τρίτος καὶ εἰκοστός τῷ Μαασαι τέταρτος καὶ εἰκοστός
1Ch 24:19αὕτη ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ααρων πατρὸς αὐτῶν ὡς ἐνετείλατο κύριος θεὸς Ισραηλ
1Ch 24:20καὶ τοῖς υἱοῖς Λευι τοῖς καταλοίποις τοῖς υἱοῖς Αμβραμ Σουβαηλ τοῖς υἱοῖς Σουβαηλ Ιαδια
1Ch 24:21τῷ Ρααβια ἄρχων Ιεσιας
1Ch 24:22καὶ τῷ Ισσαρι Σαλωμωθ τοῖς υἱοῖς Σαλωμωθ Ιαθ
1Ch 24:23υἱοὶ Ιεδιου Αμαδια δεύτερος Ιαζιηλ τρίτος Ιοκομ τέταρτος
1Ch 24:24υἱοὶ Οζιηλ Μιχα υἱοὶ Μιχα Σαμηρ
1Ch 24:25ἀδελφὸς Μιχα Ισια υἱοὶ Ισια Ζαχαρια
1Ch 24:26υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Οζια υἱοὶ Βοννι
1Ch 24:27υἱοὶ Μεραρι τῷ Οζια υἱοὶ αὐτοῦ Ισοαμ καὶ Ζακχουρ καὶ Αβδι
1Ch 24:28τῷ Μοολι Ελεαζαρ καὶ Ιθαμαρ καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί
1Ch 24:29τῷ Κις υἱοὶ τοῦ Κις Ιραμαηλ
1Ch 24:30καὶ υἱοὶ τοῦ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν
1Ch 24:31καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ααρων ἐναντίον τοῦ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

1 Chronicles Chapter 24 — Additional Translations: