MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Μάρκος (Mark) 11 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
(Mat 21:1–11; Luk 19:28–40; Jhn 12:12–19 )
Unchecked Copy BoxMar 11:1 - καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
Unchecked Copy BoxMar 11:2 - καὶ λέγει αὐτοῖς ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτὸν καὶ φέρετε
Unchecked Copy BoxMar 11:3 - καὶ ἐάν τις ὑμῖν εἴπῃ τί ποιεῖτε τοῦτο εἴπατε κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε
Unchecked Copy BoxMar 11:4 - καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν
Unchecked Copy BoxMar 11:5 - καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς τί ποιεῖτε λύοντες τὸν πῶλον
Unchecked Copy BoxMar 11:6 - οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν Ἰησοῦς καὶ ἀφῆκαν αὐτούς
Unchecked Copy BoxMar 11:7 - καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ᾽ αὐτόν
Unchecked Copy BoxMar 11:8 - καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν
Unchecked Copy BoxMar 11:9 - καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον ὡσαννά εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου
Unchecked Copy BoxMar 11:10 - εὐλογημένη ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ ὡσαννὰ ἐν τοῖς ὑψίστοις
Unchecked Copy BoxMar 11:11 - καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα
(Mat 21:18, 19 )
Unchecked Copy BoxMar 11:12 - καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν
Unchecked Copy BoxMar 11:13 - καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα γὰρ καιρὸς οὐκ ἦν σύκων
Unchecked Copy BoxMar 11:14 - καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ
(Mat 21:12–17; Luk 19:45–48; Jhn 2:13–22 )
Unchecked Copy BoxMar 11:15 - καὶ ἔρχονται εἰς Ἱεροσόλυμα καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
Unchecked Copy BoxMar 11:16 - καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ
Unchecked Copy BoxMar 11:17 - καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς οὐ γέγραπται ὅτι οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν
Unchecked Copy BoxMar 11:18 - καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν ἐφοβοῦντο γὰρ αὐτόν πᾶς γὰρ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
Unchecked Copy BoxMar 11:19 - καὶ ὅταν ὀψὲ ἐγένετο ἐξεπορεύοντο ἔξω τῆς πόλεως
(Mat 21:20–22 )
Unchecked Copy BoxMar 11:20 - καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν
Unchecked Copy BoxMar 11:21 - καὶ ἀναμνησθεὶς Πέτρος λέγει αὐτῷ ῥαββί ἴδε συκῆ ἣν κατηράσω ἐξήρανται
Unchecked Copy BoxMar 11:22 - καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς ἔχετε πίστιν θεοῦ
Unchecked Copy BoxMar 11:23 - ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι λαλεῖ γίνεται ἔσται αὐτῷ
Unchecked Copy BoxMar 11:24 - διὰ τοῦτο λέγω ὑμῖν πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε πιστεύετε ὅτι ἐλάβετε καὶ ἔσται ὑμῖν
(Mat 6:14, 15 )
Unchecked Copy BoxMar 11:25 - καὶ ὅταν στήκετε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν
(Mat 21:23–27; Luk 20:1–8 )
Unchecked Copy BoxMar 11:27 - καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
Unchecked Copy BoxMar 11:28 - καὶ ἔλεγον αὐτῷ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς
Unchecked Copy BoxMar 11:29 - δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ἐπερωτήσω ὑμᾶς ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Unchecked Copy BoxMar 11:30 - τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι
Unchecked Copy BoxMar 11:31 - καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
Unchecked Copy BoxMar 11:32 - ἀλλὰ εἴπωμεν ἐξ ἀνθρώπων ἐφοβοῦντο τὸν ὄχλον ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν
Unchecked Copy BoxMar 11:33 - καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν οὐκ οἴδαμεν καὶ Ἰησοῦς λέγει αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Mark Chapter 11 — Additional Translations: